1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ.2Ὡςγέγραπται ἐν τοῖς προφήταις—«Ἰδού, ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.»3«Φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.› »—4Ἐγένετο Ἰωάννηςβαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.5Καὶ ἐξεπορεύετοπρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντεςἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ,ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.6Ἦν δὲ ὁἸωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.7Καὶ ἐκήρυσσεν λέγων· «Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.8Ἐγὼ μὲνἐβάπτισα ὑμᾶς ἐνὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.»9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ὁἸησοῦς ἀπὸ Ναζαρὲττῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.10Καὶ εὐθέωςἀναβαίνων ἀπὸτοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα, ὡσεὶπεριστεράν, καταβαῖνον ἐπ᾿αὐτόν.11Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· «Σὺ εἶ ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧεὐδόκησα.»12Καὶ εὐθέωςτὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.13Καὶ ἦν ἐκεῖἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκονταπειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.14Μετὰ δὲ τὸ παραδοθῆναι τὸνἸωάννην, ἦλθεν ὁἸησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείαςτοῦ Θεοῦ15καὶλέγων ὅτι «Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. Μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.»
Peter, Andrew, James, John
16Περιπατῶν δὲπαρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, τοῦ Σίμωνος,βάλλοντας ἀμφίβληστρονἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς.17Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.»18Καὶ εὐθέωςἀφέντες τὰ δίκτυα αὐτῶνἠκολούθησαν αὐτῷ.19Καὶ προβὰς ἐκεῖθενὀλίγον εἶδενἸάκωβον, τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.20Καὶ εὐθέωςἐκάλεσεν αὐτούς, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.A demonized man
21Καὶ εἰσπορεύονται εἰς Καπερναούμ.Καὶ εὐθέωςτοῖς σάββασιν εἰσελθὼν εἰς τὴνσυναγωγὴν ἐδίδασκεν.22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.23Καὶἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ· καὶ ἀνέκραξεν24λέγων· «Ἔα,τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ—ὁ Ἅγιος τοῦ Θεοῦ.»25Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· «Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.»26Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξανφωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.27Καὶ ἐθαμβήθησαν πάντες,ὥστε συζητεῖν πρὸς ἑαυτούς,λέγοντας·«Τί ἐστιν τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη; Ὅτικατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.»28Ἐξῆλθεν δὲἡ ἀκοὴ αὐτοῦ εὐθὺςεἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.Peter’s mother-in-law
29Καὶ εὐθέωςἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.30Ἡ δὲ πενθερὰ τοῦΣίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέωςλέγουσιν αὐτῷ περὶ αὐτῆς.31Καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς,καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέωςκαὶ διηκόνει αὐτοῖς.Many healings
32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.33Καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦνπρὸς τὴν θύραν,34καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν· καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι.Alone to pray
35Καὶ πρωῒ ἔννυχονλίαν ἀναστάς, ἐξῆλθεν καὶ ἀπῆλθενεἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.36Καὶ κατεδίωξαναὐτὸν ὁΣίμων καὶ οἱ μετ᾿ αὐτοῦ,37καὶ εὑρόντεςαὐτὸνλέγουσιν αὐτῷ ὅτι «Πάντες σε ζητοῦσιν.»38Καὶ λέγει αὐτοῖς· «Ἄγωμενεἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖκηρύξω· εἰς τοῦτο γὰρ ἐλήλυθα.»39Καὶ ἦνκηρύσσων ἐν ταῖς συναγωγαῖςαὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.A leper—the proof
40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸνκαὶ λέγων αὐτῷ ὅτι «Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»41Ὁ δὲ Ἰησοῦςσπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦκαὶ λέγει αὐτῷ, «Θέλω· καθαρίσθητι.»42Καὶ εἰπόντος αὐτοῦ,εὐθέωςἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα,καὶ ἐκαθαρίσθη.43Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέωςἐξέβαλεν αὐτόν,44καὶ λέγει αὐτῷ· «Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαιπερὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς,εἰς μαρτύριον αὐτοῖς.»45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐνἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.