ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ4grc_tcg
The Temptation of Jesus
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.2Καὶ νηστεύσας ἡμέραςτεσσαράκοντα καὶ νύκταςτεσσαράκοντα, ὕστερον ἐπείνασε.3Καὶ προσελθὼναὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ,εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.4Ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται,Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,6καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.7Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,9καὶλέγει αὐτῷ, Ταῦταπάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ,
Κύριον τὸν Θεόν σου προσκυνήσεις,καὶ αὐτῷ μόνῳ λατρεύσεις.11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.