Matthew4grc_f35
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.2Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντακαὶ νύκτας τεσσαράκοντα,ὕστερον ἐπείνασεν.3Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν,«Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.»4Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Γέγραπται· ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεταιἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.› »5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησιναὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,6καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› »7Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Πάλιν γέγραπται· ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› »8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν.9Καὶ λέγειαὐτῷ, «Ταῦτα πάντα σοιδώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.»10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου,Σατανᾶ· γέγραπται γάρ· ‹Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.› »11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.12Ἀκούσας δὲ ὁ Ἰησοῦςὅτι Ἰωάννης παρεδόθη,ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.13Καὶ καταλιπὼν τὴν Ναζαρέτ,ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμτὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·15«Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,16ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶςμέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.»