1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦςτοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,2«Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.»
The Sanhedrin conspires—04/03/30
3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖςκαὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα,4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσινκαὶ ἀποκτείνωσιν.5Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.»Someone anoints Jesus’ head
6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,7προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσαβαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴναὐτοῦ ἀνακειμένου.8Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη;9Ἠδύνατογὰρ τοῦτο τὸ μύρονπραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖςπτωχοῖς.»10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατοεἰς ἐμέ.11Πάντοτε γὰρ τοὺς πτωχοὺςἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.13Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»Judas offers to betray Jesus
14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν,15«Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.16Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,«Ποῦ θέλεις ἑτοιμάσομένσοι φαγεῖν τὸ Πάσχα;»18Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › »19Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.The traitor identified
20Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα.21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.»22Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν,«Μήτι ἐγώ εἰμι, Κύριε;»23Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,οὗτός με παραδώσει.24Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.»25Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.»Jesus institutes the Lord’s Supper
26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸνἄρτον καὶ εὐλογήσας,ἔκλασεν καὶ ἐδίδουτοῖς μαθηταῖς καὶεἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.»27Καὶ λαβὼν τὸποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες·28τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆςδιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενονεἰς ἄφεσιν ἁμαρτιῶν.29Λέγω δὲ ὑμῖν ὅτιοὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματοςτῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.»30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.Jesus predicts Peter’s denials
31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεταιτὰ πρόβατα τῆς ποίμνης.›32Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.»33Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼοὐδέποτε σκανδαλισθήσομαι.»34Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.»35Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.»Ὁμοίως δὲκαὶ πάντες οἱ μαθηταὶ εἶπον.Gethsemane—Jesus almost dies!
36Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ,καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗἀπελθὼν προσεύξωμαι ἐκεῖ.»37Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.38Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·«Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.»39Καὶ προελθὼνμικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτωἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.»40Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ;41Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριονπαρελθεῖν ἀπ᾿ ἐμοῦἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.»43Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλινκαθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.44Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατοἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.45Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦκαὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸλοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.46Ἐγείρεσθε, ἄγωμεν· ἰδού,ὁ παραδιδούς με.»Jesus is betrayed
47Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.48(Ὁ δὲ παραδιδοὺςαὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰνφιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.»)49Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν.50Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧπάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.51Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.52Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιρανεἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳἀποθανοῦνται.53Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοιπλείουςἢδώδεκα λεγεῶναςἀγγέλων;54Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;»55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετεμετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων,καὶ οὐκ ἐκρατήσατέ με.56Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.58Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.Jesus tried by the Council
59Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι,καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,60καὶ οὐχ εὗρον. Καὶπολλῶν ψευδομαρτύρων προσελθόντων,οὐχ εὗρον.Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες61εἶπον,«Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »62Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;»63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶςὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦΘεοῦ.»64Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.»65Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι«Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.66Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.»67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν68λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;»Peter denies Jesus
69Ὁ δὲ Πέτρος ἔξω ἐκάθητοἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.»70Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶνπάντωνλέγων, «Οὐκ οἶδα τί λέγεις.»71Ἐξελθόντα δὲ αὐτὸνεἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖςἐκεῖ, «Καὶοὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.»72Καὶ πάλιν ἠρνήσατο, μεθ᾿ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.»73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.»74Τότε ἤρξατο καταθεματίζεινκαὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.75Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματοςἸησοῦ εἰρηκότος αὐτῷὅτι «Πρὶν ἀλέκτοραφωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.