Matthew25grc_f35

Parable of the ten virgins

1»Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶνἐξῆλθον εἰς ἀπάντησιντοῦ νυμφίου.2Πέντε δὲ ἦσαν ἐξ αὐτῶνφρόνιμοι καὶ αἱ πέντε μωραί.3Αἵτινεςμωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν,οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον·4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶνμετὰ τῶν λαμπάδων αὐτῶν.5Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον·6μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ‹Ἰδού, ὁ νυμφίος ἔρχεται,ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.›7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.8Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον,‹Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.›9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, ‹Μήποτε οὐκἀρκέσῃἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲμᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.›10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους—καὶ ἐκλείσθη ἡ θύρα.11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, ‹Κύριε, κύριε, ἄνοιξον ἡμῖν.›12Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.›13Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.

Parable of the talents

14»Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.15Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.16Πορευθεὶς δὲὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατοἐν αὐτοῖς, καὶ ἐποίησενἄλλα πέντε τάλαντα.17Ὡσαύτως καὶὁ τὰ δύο ἐκέρδησεν καὶ αὐτὸςἄλλα δύο.18Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇκαὶ ἀπέκρυψεντὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.19»Μετὰ δὲ χρόνον πολύν,ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον.20Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, ‹Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›21Ἔφη δὲαὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.›22Προσελθὼν δὲκαὶ ὁ τὰ δύο τάλαντα λαβὼνεἶπεν, ‹Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›23Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.›24»Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· ‹Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.25Καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.›26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· ‹Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα.27Ἔδει οὖν σεβαλεῖν τὸ ἀργύριόνμου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.28Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.29Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦμὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχεινἀρθήσεται ἀπ᾿ αὐτοῦ.30Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετεεἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Judgment in preparation for the Millennium

31»Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοιἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ.32Καὶ συναχθήσονταιἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖαὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.33Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.34Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· ‹Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.35Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,36γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετεπρός με.›37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· ‹Κύριε, πότε σε εἴδομεν πεινῶντακαὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;38Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;39Πότε δέ σε εἴδομεν ἀσθενῆἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;›40Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.›41»Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· ‹Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.42Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.›44Τότε ἀποκριθήσονταικαὶ αὐτοί, λέγοντες, ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;›45Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.›46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.»