Jesus excoriates the scribes and Pharisees
1Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,2λέγων· «Ἐπὶ τῆς Μωσέωςκαθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·3πάντα οὖν ὅσα ἐὰνεἴπωσιν ὑμῖν τηρεῖν,τηρεῖτε καὶ ποιεῖτε·κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.4Δεσμεύουσιν γὰρφορτία βαρέα καὶ δυσβάστακτα,καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲδακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.5»Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Πλατύνουσιν δὲτὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·6φιλοῦσιν τετὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ‹Ῥαββί, Ῥαββί.›We have only one Teacher and one Father
8»Ὑμεῖς δὲ μὴ κληθῆτε ‹Ῥαββί›· εἷς γάρ ἐστιν ὑμῶνὁ διδάσκαλος,ὁ Χριστός,πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.9Καὶ ‹πατέρα› μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν,ὁ ἐν τοῖς οὐρανοῖς.10Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής,ὁ Χριστός.11Ὁ δὲ μείζων ὑμῶν ἔστωὑμῶν διάκονος.12Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.A series of ‘Woes’
13»Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.14Οὐαὶὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν Γεέννης διπλότερον ὑμῶν.16»Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, ‹Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.›17Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζωντὸν χρυσόν;18Καί, ‹Ὃς ἐὰνὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.›19Μωροὶ καὶτυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;20Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ.21Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντιαὐτόν.22Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.23»Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου· τὴν κρίσιν καὶ τὸν ἔλεονκαὶ τὴν πίστιν. Ταῦταἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.24Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.25»Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.26Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος,ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶνκαθαρόν.27»Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.28Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστεὑποκρίσεως καὶ ἀνομίας.29»Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων·30καὶ λέγετε,‹Εἰ ἦμενἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶνἐν τῷ αἵματι τῶν προφητῶν.›31Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.32Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.Snakes!
33»Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης;34Διὰ τοῦτο, ἰδού· ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε· καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν35—ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενονἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελτοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.36Ἀμὴν λέγω ὑμῖν ὅτιἥξει πάντα ταῦταἐπὶ τὴν γενεὰν ταύτην.Jesus laments over Jerusalem
37»Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσατοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνιςτὰ νοσσία ἑαυτῆςὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.38Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.39Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητεἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »