Matthew22grc_f35

Parable of the wedding feast

1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς,λέγων·2«Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.3Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.4Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα·οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» ›5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον—ὁμὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁδὲ εἰςτὴν ἐμπορίαν αὐτοῦ.6Οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.7Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνοςὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.8»Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ‹Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂνεὕρητε καλέσατε εἰς τοὺς γάμους.›10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσουςεὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου.12Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› Ὁ δὲ ἐφιμώθη.13Τότε εἶπεν ὁ βασιλεὺςτοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας,ἄρατε αὐτὸν καὶἐκβάλετεεἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.14Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»

Jesus bests the Herodians

15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.16Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλεισοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.17Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;»18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί;19Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκαναὐτῷ δηνάριον.20Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;»21Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»22Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Jesus bests the Sadducees

23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱλέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν,24λέγοντες· «Διδάσκαλε, Μωσῆςεἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.25Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος γαμήσαςἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.26Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.27Ὕστερον δὲ πάντων ἀπέθανεν καὶἡ γυνή.28Ἐν τῇ οὖν ἀναστάσειτίνος τῶν ἑπτὰ ἔσταιγυνή; Πάντες γὰρ ἔσχον αὐτήν.»29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται,ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦἐνοὐρανῷ εἰσιν.31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος,32‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν ὁ ΘεὸςΘεὸς νεκρῶν ἀλλὰ ζώντων.»33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Jesus bests the Pharisees

34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός,πειράζων αὐτόν, καὶ λέγων,36«Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;»37Ὁ δὲ Ἰησοῦςἔφηαὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇκαρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.›38Αὕτη ἐστὶν πρώτη καὶ μεγάληἐντολή.39Δευτέρα δὲ ὁμοία αὕτη,‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ Νόμος καὶ οἱ Προφῆται κρέμανται.»

David’s Son and Lord

41Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς,42λέγων, «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος υἱός ἐστιν;» Λέγουσιν αὐτῷ, «Τοῦ Δαυίδ.»43Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ,λέγων,44‹Εἶπεν ὁΚύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιοντῶν ποδῶν σου» ›;45Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν;»46Καὶ οὐδεὶς ἐδύνατοἀποκριθῆναι αὐτῷλόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαιαὐτὸν οὐκέτι.