Matthew19grc_f35

1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Jesus denies divorce

3Καὶ προσῆλθον αὐτῷ οἱΦαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ,«Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;»4Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·«Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσαςἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;5Καὶ εἶπεν, ‹Ἕνεκεντούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦκαὶ τὴν μητέρα καὶ προσκολληθήσεταιπρὸς τὴν γυναῖκααὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.›6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.»7Λέγουσιν αὐτῷ, «Τί οὖν Μωσῆςἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;»8Λέγει αὐτοῖς ὅτι «Μωσῆςπρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.9Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ,καὶ γαμήσῃἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.»10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,«Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.»11Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον,ἀλλ᾿ οἷς δέδοται.12Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησανοὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.»

Jesus blesses children

13Τότε προσηνέχθηαὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖςκαὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.14Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.»15Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖραςἐπορεύθη ἐκεῖθεν.

It is difficult for a rich person to enter the Kingdom

16Καὶ ἰδού, εἷς τιςπροσελθὼν εἶπεν αὐτῷ,«Διδάσκαλε ἀγαθέ,τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;»17Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν;Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν,τήρησον τὰς ἐντολάς.»18Λέγει αὐτῷ, «Ποίας;» Ὁ δὲ Ἰησοῦς εἶπεν· «Τὸ ‹Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,19Τίμα τὸν πατέρακαὶ τὴν μητέρα,›καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› »20Λέγει αὐτῷ ὁ νεανίσκος· «Πάντα ταῦτα ἐφυλαξάμηνἐκ νεότητός μου.Τί ἔτι ὑστερῶ;»21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·καὶ δεῦρο ἀκολούθει μοι.»22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιοςεἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖνἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»25Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦἐξεπλήσσοντο σφόδρα, λέγοντες, «Τίς ἄρα δύναται σωθῆναι;»26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.»27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;»28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς, οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ Παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθεκαὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους,κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.29Καί, πᾶς ὃςἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺςἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται,καὶ ζωὴν αἰώνιον κληρονομήσει.30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶἔσχατοι πρῶτοι.