Matthew15grc_f35

1Τότε προσέρχονται τῷ Ἰησοῦ οἱἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοιλέγοντες·2«Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶνὅταν ἄρτον ἐσθίωσιν.»3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;4Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων,‹Τίμα τὸν πατέρακαὶ τὴν μητέρα,› καὶ ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.›5Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»—6καὶοὐ μὴ τιμήσῃτὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα.›Καὶ ἠκυρώσατε τὴν ἐντολὴντοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.7Ὑποκριταί, καλῶς προεφήτευσενπερὶ ὑμῶν Ἡσαΐας, λέγων·8‹Ἐγγίζει μοιὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶτοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.9Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.› »

That which defiles

10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· «Ἀκούετε καὶ συνίετε.11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος—τοῦτο κοινοῖ τὸν ἄνθρωπον.»12Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦεἶποναὐτῷ, «Οἶδας ὅτι οἱ Φαρισαῖοιἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;»13Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.14Ἄφετε αὐτούς. Ὁδηγοί εἰσιν τυφλοὶτυφλῶν·τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.»15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.»16Ὁ δὲ Ἰησοῦςεἶπεν· «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;17Οὔπωνοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται· κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.20Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.»

A crumb for a little dog

21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.22Καὶ ἰδού, γυνὴΧαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεναὐτῷ,λέγουσα· «Ἐλέησόν με, Κύριε, ΥἱὲΔαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.»23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντεςοἱ μαθηταὶ αὐτοῦ ἠρώτωναὐτόν, λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.»24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.»25Ἡ δὲ ἐλθοῦσα προσεκύνησεναὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.»26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.»27Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.»28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Γενηθήτω σοι ὡς θέλεις.» Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Food for 4,000 men

29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς,καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ,καὶ ἐθεράπευσεν αὐτούς·31ὥστε τοὺς ὄχλουςθαυμάσαι—βλέποντας κωφοὺςλαλοῦντας, κυλλοὺς ὑγιεῖς,χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας—καὶ ἐδόξαζοντὸν ΘεὸνἸσραήλ.32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραςτρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστιςοὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.»33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,«Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;»34Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Πόσους ἄρτους ἔχετε;» Οἱ δὲ εἶπον,«Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.»35Καὶ ἐκέλευσεντοῖς ὄχλοιςἀναπεσεῖν ἐπὶ τὴν γῆν.36Καὶ λαβὼντοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεντοῖς μαθηταῖς αὐτοῦ,οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ.37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. Καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,ἑπτὰ σπυρίδας πλήρεις.38Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβηεἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.