Matthew14grc_f35

1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχηςτὴν ἀκοὴν Ἰησοῦ,2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, «Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.»3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸνκαὶ ἔθετο ἐν φυλακῇδιὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.4Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης,«Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.»5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτοτὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.6Γενεσίωνδὲ ἀγομένωντοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδη.7Ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, «Δός μοι,» φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»9Καὶ ἐλυπήθηὁ βασιλεύς· διὰ δὲτοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι.10Καὶ πέμψας ἀπεκεφάλισεν τὸνἸωάννην ἐν τῇ φυλακῇ.11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμακαὶ ἔθαψαν αὐτό,καὶ ἐλθόντεςἀπήγγειλαν τῷ Ἰησοῦ.

Food for 15,000

13Καὶ ἀκούσαςὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.14Καὶ ἐξελθὼν ὁ Ἰησοῦςεἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖςκαὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,λέγοντες· «Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν. Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.»16Ὁ δὲ Ἰησοῦςεἶπεν αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.»17Οἱ δὲ λέγουσιν αὐτῷ, «Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.»18Ὁ δὲ εἶπεν, «Φέρετέ μοι αὐτοὺς ὧδε.»19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναιἐπὶ τοὺς χόρτους,λαβὼντοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν· καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.20Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.

Peter walks on water

22Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦςτοὺς μαθητὰς αὐτοῦἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.23Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.24Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν,βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθενπρὸς αὐτοὺς ὁ Ἰησοῦς,περιπατῶν ἐπὶ τῆς θαλάσσης.26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶἐπὶ τὴν θάλασσανπεριπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι «Φάντασμά ἐστιν.» Καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.27Εὐθέωςδὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς,λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»28Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν,«Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖνἐπὶ τὰ ὕδατα.»29Ὁ δὲ εἶπεν, «Ἐλθέ.» Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁΠέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖνπρὸς τὸν Ἰησοῦν.30Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸνἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.»31Καὶ εὐθέωςὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;»32Καὶ ἐμβάντωναὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος.33Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντεςπροσεκύνησαν αὐτῷ, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»

At Genesaret

34Καὶ διαπεράσαντες ἦλθον εἰςτὴν γῆνΓενησαρέτ.35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·36καὶ παρεκάλουν αὐτὸν ἵνα κἂνμόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.