ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
12
/
grc_tcg
Jesus Is Lord of the Sabbath
1
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2
Οἱ δὲ Φαρισαῖοι ἰδόντες
info
εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.
3
Ὁ δὲ εἶπεν αὐτοῖς,
Οὐκ ἀνέγνωτε τί ἐποίησε
info
Δαυίδ, ὅτε ἐπείνασεν
info
αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ·
4
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως
info
ἔφαγεν,
info
οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ
info
τοῖς ἱερεῦσι μόνοις;
5
Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;
6
Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ
info
μεῖζόν ἐστιν ὧδε.
7
Εἰ δὲ ἐγνώκειτε τί ἐστιν,
info
Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8
Κύριος γάρ ἐστι
info
τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Jesus Heals a Man with a Withered Hand
9
Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10
Καὶ ἰδού, ἄνθρωπος
info
ἦν
info
τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστι τοῖς σάββασι
info
θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
11
Ὁ δὲ εἶπεν αὐτοῖς,
Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12
Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.
13
Τότε λέγει τῷ ἀνθρώπῳ,
Ἔκτεινον
info
τὴν χεῖρά σου.
Καὶ ἐξέτεινε, καὶ
info
ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
14
info
Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.
God's Chosen Servant
15
Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ
info
ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς
info
πάντας,
16
καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν
info
αὐτὸν ποιήσωσιν·
17
info
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
18
Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα·
ὁ ἀγαπητός μου
info
εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·
θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν,
καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19
Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει·
οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20
Κάλαμον συντετριμμένον οὐ κατεάξει,
καὶ λίνον τυφόμενον οὐ σβέσει·
ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21
Καὶ
info
τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
Jesus and Beelzebul
22
Τότε
info
προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν
info
τυφλὸν καὶ κωφὸν
info
καὶ λαλεῖν καὶ βλέπειν.
23
Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν ὁ
info
υἱὸς
info
Δαυίδ;
24
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν
info
τῷ
info
Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
25
Εἰδὼς δὲ
info
ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς,
Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽
info
ἑαυτῆς ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽
info
ἑαυτῆς οὐ σταθήσεται.
26
Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27
Καὶ εἰ ἐγὼ ἐν
info
Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι
info
ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ
info
ὑμῶν ἔσονται κριταί.
28
Εἰ δὲ
info
ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
29
Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ
info
διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ
info
διαρπάσει.
30
Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
31
Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται
info
τοῖς ἀνθρώποις.
32
Καὶ ὃς
info
ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν
info
τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
A Tree Is Known by Its Fruit
33
Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34
Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
35
Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ
info
θησαυροῦ ἐκβάλλει
info
ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36
Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ
info
ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
37
Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
The Sign of Jonah
38
Τότε
info
ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40
Ὥσπερ γὰρ
info
ἦν
info
Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται
info
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41
Ἄνδρες
info
Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
42
Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν
info
Σολομῶνος· καὶ ἰδού, πλεῖον
info
Σολομῶνος ὧδε.
An Unclean Spirit Returns
43
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
44
Τότε λέγει,
info
Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει
info
σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον.
45
Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ
info
ταύτῃ τῇ πονηρᾷ.
Jesus' Mother and Brothers
46
Ἔτι
info
δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ
info
εἱστήκεισαν ἔξω, ζητοῦντες
info
αὐτῷ λαλῆσαι.
47
info
Εἶπε δέ τις αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.
48
Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ
info
εἰπόντι αὐτῷ,
Τίς ἐστιν ἡ μήτηρ μου; Καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49
Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ
info
εἶπεν,
Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
50
Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Powered by Seed Bible API
expand_more
Search
All books
Old Testament
New Testament
chevron_left
Previous Chapter
Books
search
Search
explore
Discover
share
Share
chevron_right
Next Chapter