ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
1
/
grc_tcg
The Genealogy of Jesus Christ
1
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ
info
Δαυίδ, υἱοῦ Ἀβραάμ.
2
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ·
3
Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς δὲ ἐγέννησε τὸν Ἑσρώμ· Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ·
4
Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών·
5
Σαλμὼν δὲ ἐγέννησε τὸν
info
Βοὸζ ἐκ τῆς Ῥαχάβ·
info
Βοὸζ δὲ ἐγέννησε τὸν
info
Ὠβὴδ ἐκ τῆς Ῥούθ·
info
Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί·
6
Ἰεσσαὶ δὲ ἐγέννησε τὸν
info
Δαυὶδ τὸν βασιλέα.
info
Δαυὶδ δὲ
info
ὁ βασιλεὺς ἐγέννησε τὸν
info
Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου·
7
Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν
info
Ἀσά·
8
Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν
info
Ὀζίαν·
9
Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ ἐγέννησε τὸν
info
Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν·
10
Ἑζεκίας δὲ ἐγέννησε τὸν
info
Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν
info
Ἀμών· Ἀμὼν δὲ ἐγέννησε τὸν
info
Ἰωσίαν·
11
Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ·
13
Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν
info
Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ·
14
Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν
info
Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ·
15
Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν
info
Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ·
16
Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
17
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως
info
Δαυὶδ γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ
info
Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
The Birth of Jesus
18
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ
info
γέννησις οὕτως ἦν· μνηστευθείσης
info
γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου.
19
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν
info
παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
20
Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς
info
Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν
info
Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου.
21
Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22
Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ
info
τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος,
23
Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν,
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,
ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός.
24
info
Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου· καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,
25
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε
info
τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Powered by Seed Bible API
expand_more
Search
All books
Old Testament
New Testament
chevron_left
Previous Chapter
Books
search
Search
explore
Discover
share
Share
chevron_right
Next Chapter