Jesus sends out the Twelve
1Συγκαλεσάμενος δὲ τοὺς δώδεκαἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν·2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας.3Καὶ εἶπεν πρὸς αὐτούς· «Μηδὲν αἴρετε εἰς τὴν ὁδόν—μήτε ῥάβδουςμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰδύο χιτῶνας ἔχειν.4Καὶ εἰς ἣνοἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε.5Καὶ ὅσοι ἐὰνμὴ δέξωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατεεἰς μαρτύριον ἐπ᾿ αὐτούς.»6Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.Herod is troubled
7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχηςτὰ γινόμεναὑπ᾿ αὐτοῦπάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερταιἐκνεκρῶν,8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης εἷςτῶν ἀρχαίων ἀνέστη.9Καὶ εἶπενἩρῴδης,«Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼἀκούω τοιαῦτα;» Καὶ ἐζήτει ἰδεῖν αὐτόν.Jesus feeds about 5,000 men
10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένηςΒηθσαϊδά.11Οἱ δὲ ὄχλοι, γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ δεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖςπερὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶποναὐτῷ, «Ἀπόλυσον τὸν ὄχλον, ἵνα ἀπελθόντεςεἰς τὰς κύκλῳ κώμας καὶ τοὺςἀγρούς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.»13Εἶπεν δὲ πρὸς αὐτούς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Οἱ δὲ εἶπον,«Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοικαὶ ἰχθύες δύο—εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομενεἰς πάντα τὸν λαὸν τοῦτον βρώματα»14(ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι). Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, «Κατακλίνατε αὐτοὺς κλισίαςἀνὰ πεντήκοντα.»15Καὶ ἐποίησαν οὕτως, καὶ ἀνέκλινανἅπαντας.16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναιτῷ ὄχλῳ.17Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.“You are the Christ”
18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί,καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, «Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;»19Οἱ δὲ ἀποκριθέντες εἶπον,«Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.»20Εἶπεν δὲ αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ Πέτροςεἶπεν, «Τὸν Χριστὸν τοῦ Θεοῦ.»21Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ εἰπεῖντοῦτο,22εἰπὼν ὅτι «Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.»To gain is to lose, to lose is to gain
23Ἔλεγεν δὲ πρὸς πάντας· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,ἀπαρνησάσθωἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ,καὶ ἀκολουθείτω μοι.24Ὃς γὰρ ἐὰνθέλῃτὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃτὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.25Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;26Ὃς γὰρ ἂνἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.27Λέγω δὲ ὑμῖν ἀληθῶς·εἰσίν τινες τῶν ὧδεἑστώτωνοἳοὐ μὴ γεύσωνταιθανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ.»Peter, John and James see the “Kingdom”
28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶπαραλαβὼνΠέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.29Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.30Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆςκαὶ Ἠλίας·31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλενπληροῦν ἐν Ἱερουσαλήμ.32Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.33Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ, εἶπεν ὁΠέτρος πρὸς τὸν Ἰησοῦν· «Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι» καὶ «Ποιήσωμεν σκηνὰς τρεῖς· μίαν σοί, καὶ μίαν Μωσεῖ,καὶ μίαν Ἠλίᾳ»—μὴ εἰδὼς ὃ λέγει.34Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖνεἰς τὴν νεφέλην.35Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός.Αὐτοῦ ἀκούετε.»36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁἸησοῦς μόνος. (Καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.)A violent demon
37Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ,κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.38Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησενλέγων· «Διδάσκαλε, δέομαί σου, ἐπίβλεψονἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστίν μοι.39Καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ, συντρῖβον αὐτόν.40Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιναὐτό, καὶ οὐκ ἠδυνήθησαν.»41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶἀνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε.»42Ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Jesus foretells His death, again Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησενὁ Ἰησοῦς,εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,44«Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.»45Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο· καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.He who is least will be great
46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.47Ὁ δὲ Ἰησοῦς, ἰδὼντὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίουἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ,48καὶ εἶπεν αὐτοῖς· «Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῶνὑπάρχων, οὗτός ἔσταιμέγας.»49Ἀποκριθεὶς δὲ ὁἸωάννης εἶπεν, «Ἐπιστάτα, εἴδομέντινα ἐπὶτῷ ὀνόματί σου ἐκβάλλονταδαιμόνια, καὶ ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν.»50Καὶ εἶπενπρὸς αὐτὸν ὁ Ἰησοῦς, «Μὴ κωλύετε,ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ἡμῶνὑπὲρ ἡμῶνἐστιν.»A Samaritan village
51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεωςαὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦἐστήριξεν,τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου ἑαυτοῦ.Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστεἑτοιμάσαι αὐτῷ.53Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.54Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ,Ἰάκωβος καὶ Ἰωάννης, εἶπον, «Κύριε, θέλεις εἴπωμενπῦρ καταβῆναι ἀπὸ τοῦοὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησεν;»55Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· «Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς.56Ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι.»Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.The cost of discipleship
57Ἐγένετο δὲπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, «Ἀκολουθήσω σοι ὅπου ἂνἀπέρχῃ, Κύριε.»58Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.»59Εἶπεν δὲ πρὸς ἕτερον, «Ἀκολούθει μοι.» Ὁ δὲ εἶπεν, «Κύριε,ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.»60Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς,«Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλετὴν βασιλείαν τοῦ Θεοῦ.»61Εἶπεν δὲ καὶ ἕτερος, «Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.»62Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν,«Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον,καὶ βλέπων εἰς τὰ ὀπίσω,εὔθετός ἐστιν εἰς τὴν βασιλείαντοῦ Θεοῦ.»