Women provide for Jesus
1Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ·2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸπνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία (ἡ καλουμένη Μαγδαληνή)ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει·3καὶ Ἰωάννα γυνὴ Χουζᾶ, ἐπιτρόπου Ἡρῴδου· καὶ Σωσάννα,καὶ ἕτεραι πολλαί—αἵτινες διηκόνουν αὐτῷἀπὸτῶν ὑπαρχόντων αὐταῖς.Parable of the soils
4Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς·5«Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ·καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.6Καὶ ἕτερον ἔπεσενἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.7Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.8Καὶ ἕτερον ἔπεσεν εἰςτὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.» Ταῦτα λέγων ἐφώνει, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»The purpose of parables
9Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες,«Τίς εἴη ἡ παραβολὴ αὕτη;»10Ὁ δὲ εἶπεν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα ‹βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.›The parable of the soils explained
11»Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.12Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες·εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.13Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον· καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.14Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν·οὗτοί εἰσιν οἱ ἀκούσαντες,καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.15Τὸ δὲ ἐν τῇ καλῇ γῇ· οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον, κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.»All will be exposed
16Ταῦτα λέγων ἐφώνει· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίαςἐπιτίθησιν,ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.17Οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεταικαὶ εἰς φανερὸν ἔλθῃ.18Βλέπετε οὖν πῶς ἀκούετε· Ὃς γὰρ ἐὰνἔχῃ,δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰνμὴ ἔχῃ,καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.»Relationships redefined
19Παρεγένοντοδὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἐδύναντοσυντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.20Καὶ ἀπηγγέληαὐτῷ λεγόντων,«Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.»21Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, «Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.»Jesus stills a storm
22Καὶ ἐγένετοἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβηεἰςπλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτούς, «Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης.» Καὶ ἀνήχθησαν.23Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.24Καὶ προσελθόντεςδιήγειραν αὐτὸν λέγοντες, «Ἐπιστάτα, Ἐπιστάτα,ἀπολλύμεθα.» Ὁ δὲ ἐγερθεὶςἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος—καὶ ἐπαύσαντο,καὶ ἐγένετο γαλήνη.25Εἶπεν δὲ αὐτοῖς, «Ποῦ ἐστινἡ πίστις ὑμῶν;» Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· «Τίς ἄρα οὗτός ἐστιν; ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ.»Jesus handles demon infestation
26Καὶ κατέπλευσανεἰς τὴν χώραν τῶν Γαδαρηνῶν,ἥτις ἐστὶν ἀντιπέραντῆς Γαλιλαίας.27Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχενδαιμόνια ἐκ χρόνων ἱκανῶν—καὶἱμάτιον οὐκ ἐνεδιδύσκετο,καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.28Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.»29Παρήγγειλενγὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου (πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτοἁλύσεσιν καὶ πέδαις φυλασσόμενος· καὶ διαρρήσσωντὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονοςεἰς τὰς ἐρήμους).30Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων,«Τί σοί ἐστιν ὄνομα;»Ὁ δὲ εἶπεν, «Λεγεών»(ὅτι δαιμόνια πολλὰ εἰσῆλθενεἰς αὐτόν).31Καὶ παρεκάλειαὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν.32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένωνἐν τῷ ὄρει· καὶ παρεκάλουναὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς.33Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθονεἰς τοὺς χοίρους—καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.34Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένονἔφυγον καὶἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.35Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει,ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.36Ἀπήγγειλαν δὲ αὐτοῖς καὶοἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.37Καὶ ἠρώτησαναὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶνἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸπλοῖον ὑπέστρεψεν.38Ἐδέετοδὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν ὁ Ἰησοῦςλέγων,39«Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέν σοι ὁ Θεός.»Καὶ ἀπῆλθεν καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.A desperate father
40Ἐγένετο δὲ ἐντῷ ὑποστρέψαιτὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.41Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος,καὶ αὐτὸςἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦἸησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτηἀπέθνησκεν. A desperate woman Ἐν δὲ τῷ ὑπάγειν αὐτόν, οἱ ὄχλοι συνέπνιγον αὐτόν.43Καὶ γυνή—οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον,οὐκ ἴσχυσεν ὑπ᾿οὐδενὸς θεραπευθῆναι—44προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.45Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ·«Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› »46Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσανἀπ᾿ ἐμοῦ.»47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.48Ὁ δὲεἶπεν αὐτῇ· «Θάρσειθύγατερ,ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.»Jesus raises a dead girl
49Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷὅτι «Τέθνηκεν ἡ θυγάτηρ σου· μὴσκύλλε τὸν διδάσκαλον.»50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων,«Μὴ φοβοῦ· μόνον πίστευεκαὶ σωθήσεται.»51Ἐλθὼνδὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδέναεἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον,καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.52Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν· ὁ δὲ εἶπεν, «Μὴ κλαίετε· οὐκἀπέθανεν, ἀλλὰ καθεύδει.»53Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.54Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶκρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, «Ἡ παῖς, ἐγείρου.»55Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.56Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.