ΚΑΤΑ ΛΟΥΚΑΝ6grc_tcg
Jesus Is Lord of the Sabbath
1Ἐγένετο δὲ ἐν σαββάτῳδευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰτῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦτοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί.2Τινὲς δὲ τῶν Φαρισαίωνεἶποναὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστιποιεῖν ἐν τοῖς σάββασι;3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαυίδ, ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες;4Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;5Καὶ ἔλεγεν αὐτοῖςὅτι Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.Jesus Heals a Man with a Withered Hand
6Ἐγένετο δὲκαὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦνἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.7Παρετήρουνδὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰἐν τῷ σαββάτῳθεραπεύσει· ἵνα εὕρωσικατηγορίαν αὐτοῦ.8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν,καὶ εἶπε τῷἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον.Ὁ δὲ ἀναστὰς ἔστη.9Εἶπενοὖν ὁ Ἰησοῦς πρὸς αὐτούς, Ἐπερωτήσω ὑμᾶς τι, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεναὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου.Ὁ δὲἐποίησε καὶἀποκατεστάθη ἡ χεὶρ αὐτοῦὑγιὴς ὡς ἡ ἄλλη.11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂνποιήσειαν τῷ Ἰησοῦ.The Twelve Apostles
12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταιςἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,14Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,Ἰάκωβον καὶἸωάννην,Φίλιππον καὶ Βαρθολομαῖον,15Ματθαῖον καὶ Θωμᾶν,Ἰάκωβοντὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,16Ἰούδαν Ἰακώβου, καὶ ἸούδανἸσκαριώτην, ὃςκαὶ ἐγένετο προδότης.Jesus Ministers to Great Crowds
17Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶΣιδῶνος, οἳἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·18καὶ οἱὀχλούμενοιὑπὸ πνευμάτων ἀκαθάρτων,καὶ ἐθεραπεύοντο.19Καὶ πᾶς ὁ ὄχλοςἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.The Beatitudes
20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε,Μακάριοι οἱ πτωχοί,ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.21Μακάριοι οἱ πεινῶντες νῦν,ὅτι χορτασθήσεσθε.Μακάριοι οἱ κλαίοντες νῦν,ὅτι γελάσετε.22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.23 Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις,ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.25Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι,ὅτι πεινάσετε.Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν,ὅτι πενθήσετε καὶ κλαύσετε.26 Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.