Luke6grc_f35

Jesus is Lord of the Sabbath

1Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳδιαπορεύεσθαι αὐτὸν διὰ τῶνσπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον,ψώχοντες ταῖς χερσίν.2Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς,«Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖνἐντοῖς σάββασιν;»3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς·«Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυὶδ ὁπότεἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες·4ὡςεἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶἔφαγεν, καὶ ἔδωκεν καὶτοῖς μετ᾿ αὐτοῦ—οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;»5Καὶ ἔλεγεν αὐτοῖς ὅτι«Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»

He heals on the Sabbath

6Ἐγένετο δὲ καὶἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος,καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.7Παρετήρουνδὲοἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰτῷ σαββάτῳ θεραπεύσει,ἵνα εὕρωσιν κατηγορίαναὐτοῦ.8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεντῷ ἀνθρώπῳτῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραικαὶ στῆθι εἰς τὸ μέσον.» Ὁ δὲἀναστὰς ἔστη.9Εἶπεν οὖνὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσωὑμᾶς τι·Ἔξεστιν τοῖς σάββασινἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»,10Καὶ περιβλεψάμενος πάντας αὐτοὺςεἶπεν αὐτῷ,«Ἔκτεινον τὴν χεῖρά σου.» Ὁ δὲ ἐποίησεν οὕτωςκαὶ ἀποκατεστάθηἡ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἡ ἄλλη.

The rejection

11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουνπρὸς ἀλλήλους τί ἂν ποιήσειαντῷ Ἰησοῦ.

Choosing the Twelve

12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθενεἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.13Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·14Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,Ἰάκωβον καὶ Ἰωάννην,Φίλιππον καὶ Βαρθολομαῖον,15Ματθαῖονκαὶ Θωμᾶν,Ἰάκωβον (τὸν τοῦἈλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),16Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην(ὃς καὶἐγένετο προδότης).

A sermon on a level place

17Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπουπεδινοῦ, καὶ ὄχλοςμαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·18καὶ οἱ ὀχλούμενοιὑπὸπνευμάτων ἀκαθάρτων—καὶἐθεραπεύοντο.19Καὶ πᾶς ὁ ὄχλος ἐζήτειἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Blessings

20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοί,ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.21Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.22Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.23Χάρητεἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦταγὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Woes

24»Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.25Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι,ὅτι πεινάσετε. Οὐαὶ ὑμῖνοἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.26Οὐαὶὅταν καλῶς εἴπωσιν ὑμᾶςπάντες οἱ ἄνθρωποι,κατὰ ταῦταγὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

Instructions

27»Ἀλλά,ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·28εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς,προσεύχεσθε ὑπὲρτῶν ἐπηρεαζόντων ὑμᾶς.29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.30Παντὶ δὲ τῷαἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖςποιεῖτε αὐτοῖς ὁμοίως.32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.33Καὶἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰροἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.34Καὶ ἐὰν δανείζητεπαρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν,ποία ὑμῖν χάρις ἐστίν;Καὶ γὰρἁμαρτωλοὶ ἁμαρτωλοῖςδανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.

Be compassionate

35»Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε,μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶὙψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.36Γίνεσθε οὖνοἰκτίρμονες, καθὼς καὶὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.

We get what we give

37»Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.38Δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν—πεπιεσμένον καὶσεσαλευμένον καὶὑπερεκχυνόμενον—δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧμετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.»39Εἶπεν δὲπαραβολὴν αὐτοῖς· «Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;40Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ,κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.41Τί δὲ βλέπεις τὸ κάρφος τὸἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;42Ἢ πῶςδύνασαι λέγειν τῷ ἀδελφῷ σου, ‹Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου,› αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.

A tree is known by its fruit

43»Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲδένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν44—ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλήν.45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦπροφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωποςἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦπροφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦπερισσεύματος τῆςκαρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

Two foundations

46»Τί δέ με καλεῖτε, ‹Κύριε, Κύριε,› καὶ οὐ ποιεῖτε ἃ λέγω;47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς—ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃςἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύραςδὲ γενομένης, προσέρρηξενὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι τὴνοἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρρηξενὁ ποταμός, καὶ εὐθέωςἔπεσεν·καὶ ἐγένετο τὸῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.»