ΚΑΤΑ ΛΟΥΚΑΝ4grc_tcg
The Temptation of Jesus
1Ἰησοῦς δὲΠνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματιεἰς τὴν ἔρημον,2ἡμέραςτεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν,ὕστερον ἐπείνασε.3Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.4Καὶ ἀπεκρίθηἸησοῦς πρὸς αὐτόν,λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι Θεοῦ.5Καὶ ἀναγαγὼν αὐτὸνὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.6Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧἐὰν θέλω δίδωμι αὐτήν.7Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιονἐμοῦ, ἔσταισοῦπᾶσα.8Καὶ ἀποκριθεὶςαὐτῷ εἶπεν ὁ Ἰησοῦς, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται,Προσκυνήσεις Κύριον τὸν Θεόν σου,καὶ αὐτῷ μόνῳ λατρεύσεις.9Καὶ ἤγαγεν αὐτὸν εἰςἹερουσαλήμ, καὶ ἔστησεναὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰυἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·10γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ,τοῦ διαφυλάξαι σε·11καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.12Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.13Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.