Luke4grc_f35

1Ἰησοῦς δέ, πλήρης Πνεύματος Ἁγίου,ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον,2ἡμέρας τεσσαράκονταπειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ὕστερονἐπείνασεν.3Καὶ εἶπεναὐτῷ ὁ διάβολος, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.»4Καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτὸν λέγων,«Γέγραπται ὅτι ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεταιἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι Θεοῦ.› »5Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλόν,ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.6Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· «Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.7Σὺ οὖν, ἐὰν προσκυνήσῃςἐνώπιον ἐμοῦ,ἔσται σοὶπᾶσα.»8Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς·«Ὕπαγε ὀπίσω μου, Σατανᾶ·γέγραπται,‹Προσκυνήσεις Κύριον τὸν Θεόν σου,καὶ αὐτῷ μόνῳ λατρεύσεις.› »9Καὶ ἤγαγεναὐτὸν εἰς Ἱερουσαλὴμκαὶ ἔστησεν αὐτὸνἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· «ΕἰΥἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθενκάτω·10γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,›11καί,‹Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› »12Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Εἴρηται, ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› »13Καὶ συντελέσας πάντα πειρασμόν, ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ.14Καὶ ὑπέστρεψεν ὁἸησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ·15καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

His home town rejects Him

16Καὶ ἦλθεν εἰς τὴνΝαζαρέτ,οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθεν, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.17Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου·καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·18«Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκενἔχρισέν με εὐαγγελίσασθαιπτωχοῖς. Ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν,κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,19κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.»

“Today this Scripture is fulfilled”

20Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν.Καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσανἀτενίζοντες αὐτῷ.21Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι «Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.»22(Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ἔλεγον, «Οὐχοὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;»)23Καὶ εἶπεν πρὸς αὐτούς· «Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ‹Ἰατρέ, θεράπευσον σεαυτόν›—ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇΚαπερναοὺμποίησον καὶ ὧδεἐν τῇ πατρίδι σου.»

Jesus treads on their toes

24Εἶπεν δέ· «Ἀμὴν λέγω ὑμῖνὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.25Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν,πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτατῆς Σιδῶνος,πρὸς γυναῖκα χήραν.27Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισσαίουτοῦ προφήτου ἐν τῷ Ἰσραήλ·καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰνὁ Σύρος.»

Atypical mob action

28Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕωςὀφρύος τοῦ ὄρους ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο,εἰς τὸκατακρημνίσαι αὐτόν.30Αὐτὸς δέ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.

Capernaum becomes His base of operations—27 AD

31Καὶ κατῆλθενεἰς Καπερναούμ,πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.32Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

A demonized man

33Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου· καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ34λέγων·«Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.»35Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, «Φιμώθητι, καὶ ἔξελθε ἐξαὐτοῦ.» Καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰςμέσον, ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.36Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· «Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται.»37Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

Peter’s mother-in-law

38Ἀναστὰς δὲ ἐκτῆς συναγωγῆςεἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. Πενθερὰ δὲτοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.39Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

Healings at sunset

40Δύνοντοςδὲ τοῦ ἡλίου, πάντεςὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶςἐθεράπευσεναὐτούς.41Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντακαὶ λέγοντα ὅτι «Σὺ εἶ ὁ Χριστός,ὁ Υἱὸς τοῦ Θεοῦ.» Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.42Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐζήτουναὐτὸν καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾿ αὐτῶν.43Ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι «Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι εἰςτοῦτο ἀπέσταλμαι.»44Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖςτῆς Γαλιλαίας.