ΚΑΤΑ ΛΟΥΚΑΝ3grc_tcg
The Preaching of John the Baptist
1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος ΠοντίουΠιλάτου τῆς Ἰουδαίας, καὶτετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦτετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆςἈβιληνῆςτετραρχοῦντος,2ἐπὶἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶἸωάννην τὸνΖαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.3Καὶ ἦλθεν εἰς πᾶσαντὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,λέγοντος,Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.5Πᾶσα φάραγξ πληρωθήσεται,καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν,καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖνποιήσομεν;11Ἀποκριθεὶς δὲλέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.12Ἦλθον δὲ καὶ τελῶναιβαπτισθῆναι, καὶεἶπον πρὸς αὐτόν, Διδάσκαλε, τίποιήσομεν;13Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες,Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπεπρὸς αὐτούς, Μηδέναδιασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.15Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦἸωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,16ἀπεκρίνατοὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετοτὸν λαόν·19ὁ δὲ Ἡρῴδης ὁτετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸςτοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης,20προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι,καὶ κατέκλεισε τὸνἸωάννην ἐντῇ φυλακῇ.