Luke24grc_f35

“He is not here, but is risen!”

1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος,ἦλθον ἐπὶ τὸ μνῆμαφέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου·3καὶ εἰσελθοῦσαιοὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.4Καὶ ἐγένετο, ἐν τῷ διαπορεῖσθαιαὐτὰς περὶ τούτου, καὶ ἰδού, ἄνδρες δύοἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.5Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπονεἰς τὴν γῆν, εἶπονπρὸς αὐτάς· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;6Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,7λέγων ὅτι ‹Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπουπαραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.› »8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ.

The women report

9Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντατοῖς ἕνδεκα, καὶ πᾶσιν τοῖς λοιποῖς.10Ἦσαν δὲἡ ΜαγδαληνὴΜαρία καὶ Ἰωάννα καὶ Μαρία ἡἸακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν,καὶ ἠπίστουν αὐταῖς.12(Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα·καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.)

The ‘Emmaus’ incident

13Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳεἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁἸησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.17Εἶπεν δὲ πρὸς αὐτούς, «Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστεσκυθρωποί;»18Ἀποκριθεὶς δὲ ὁεἷς ᾧ ὄνομαΚλεόπας,εἶπεν πρὸς αὐτόν, «Σὺ μόνος παροικεῖςἹερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;»19Καὶ εἶπεν αὐτοῖς, «Ποῖα;» Οἱ δὲ εἶποναὐτῷ· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου,ὡςἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.21Ἡμεῖς δὲ ἠλπίζομενὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γεσὺν πᾶσιν, τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερονἀφ᾿ οὗ ταῦτα ἐγένετο.22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς—γενόμεναι ὄρθριαιἐπὶ τὸ μνημεῖον,23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.»25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· «Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;»27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως,καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεναὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτοπορρωτέρωπορεύεσθαι.29Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, «Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικενἡ ἡμέρα.» Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.32Καὶ εἶπονπρὸς ἀλλήλους, «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖνὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;»

The two report

33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένουςτοὺς ἕνδεκα· καὶ τοὺς σὺν αὐτοῖς,34λέγοντας ὅτι «Ἠγέρθη ὁ Κύριος ὄντως,καὶ ὤφθη Σίμωνι.»35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Jesus appears to the disciples

36Ταῦτα δὲ αὐτῶν λαλούντων, καὶαὐτὸς ὁ Ἰησοῦςἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν.»37Πτοηθέντες δέ, καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν.38Καὶ εἶπεν αὐτοῖς· «Τί τεταραγμένοι ἐστέ;» καὶ «Διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαιςὑμῶν;39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι·ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.»40Καὶ τοῦτο εἰπὼν ἐπέδειξεναὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.41Ἔτι δὲ ἀπιστούντων αὐτῶν, ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, «Ἔχετέ τι βρώσιμον ἐνθάδε;»42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσείουκηρίου.43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.44Εἶπεν δὲ αὐτοῖς,«Οὗτοι οἱ λόγοιοὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ Νόμῳ ΜωσέωςκαὶΠροφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ.»45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς.46Καὶ εἶπεν αὐτοῖς ὅτι «Οὕτως γέγραπται, καὶ οὕτως ἔδειπαθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενονἀπὸ Ἱερουσαλήμ.48Ὑμεῖς δέἐστε μάρτυρεςτούτων.49Καὶ ἰδού,ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.»50Ἐξήγαγεν δὲ αὐτοὺς ἔξωἕως εἰςΒηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.52Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶεὐλογοῦντες τὸν Θεόν. Ἀμήν.,,