Jesus Brought Before Pilate
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν,ἤγαγον αὐτὸν ἐπὶ τὸνΠιλάτον.2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτονεὕρομεν διαστρέφοντα τὸἔθνος, καὶ κωλύονταΚαίσαρι φόρους διδόναι,λέγονταἑαυτὸν Χριστὸν βασιλέα εἶναι.3Ὁ δὲΠιλάτοςἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις.4Ὁ δὲΠιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺςὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.5Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας,ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.Jesus Brought Before Herod
6Πιλάτος δὲ ἀκούσαςΓαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι.7Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸςἩρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρηλίαν· ἦν γὰρθέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸἀκούεινπολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦγινόμενον.9Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.10Εἱστήκεισαν δὲ οἱἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ.11Ἐξουθενήσας δὲ αὐτὸνὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼναὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷΠιλάτῳ.12Ἐγένοντο δὲ φίλοι ὅ τεΠιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸςἑαυτούς.The Crowd Calls For Jesus' Crucifixion
13Πιλάτος δὲσυγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,14εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίναςοὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·15ἀλλ᾽ οὐδὲ Ἡρῴδης·ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.16Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.17Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.18Ἀνέκραξαν δὲπαμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖνΒαραββᾶν·19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνονβεβλημένος εἰς φυλακήν.20Πάλινοὖν ὁΠιλάτοςπροσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.21Οἱ δὲ ἐπεφώνουν, λέγοντες,Σταύρωσον, σταύρωσον αὐτόν.22Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲναἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶνκαὶ τῶν ἀρχιερέων.24Ὁ δὲΠιλάτοςἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.25Ἀπέλυσεδὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰςτὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.The Crucifixion
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοιΣίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρεινὄπισθεν τοῦ Ἰησοῦ.27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳκαὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.28Στραφεὶς δὲ πρὸς αὐτὰςὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς.31Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;32Ἤγοντο δὲ καὶ ἕτεροιδύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.33Καὶ ὅτεἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.34Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι.Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ,ἔβαλονκλῆρον.35Καὶεἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντεςσὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός,ὁ τοῦ Θεοῦ ἐκλεκτός.36Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοικαὶ ὄξος προσφέροντες αὐτῷ,37καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.38Ἦν δὲ καὶ ἐπιγραφὴγεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶνἸουδαίων.39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν,λέγων,Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.40Ἀποκριθεὶς δὲ ὁ ἕτεροςἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;41Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.42Καὶ ἔλεγετῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃςἐν τῇ βασιλείᾳ σου.43Καὶ εἶπεν αὐτῷὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.The Death of Jesus
44Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥραςἐνάτης.45Καὶ ἐσκοτίσθη ὁ ἥλιος,καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.46Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.47Ἰδὼν δὲ ὁἑκατόνταρχος τὸ γενόμενον,ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.48Καὶ πάντες οἱσυμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην,θεωροῦντες τὰ γενόμενα, τύπτοντεςἑαυτῶν τὰ στήθη ὑπέστρεφον.49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶαὐτοῦμακρόθεν, καὶ γυναῖκες αἱσυνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.The Burial of Jesus
50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—51οὗτος οὐκ ἦνσυγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃςκαὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ·52οὗτος προσελθὼν τῷΠιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.53Καὶ καθελὼναὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεναὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦνοὐδέπω οὐδεὶς κείμενος.54Καὶ ἡμέρα ἦνΠαρασκευή, σάββατον ἐπέφωσκε.55Κατακολουθήσασαι δὲγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαιαὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.56Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.