Luke21grc_f35

A lesson in giving

1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιονπλουσίους.2Εἶδεν δέ τινα καὶχήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά.3Καὶ εἶπεν· «Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτηπλεῖον πάντων ἔβαλεν·4ἅπαντεςγὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ,αὕτη δέ, ἐκ τοῦ ὑστερήματος αὐτῆς, ἅπαντατὸν βίον ὃν εἶχεν ἔβαλεν.»

Jerusalem will be destroyed

5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,6«Ταῦτα ἃ θεωρεῖτε—ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθονὃς οὐ καταλυθήσεται.»7Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· «Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται;» καὶ «Τί τὸ σημεῖον ὅταν μέλλῃταῦτα γίνεσθαι;»8Ὁ δὲ εἶπεν· «Βλέπετε μὴ πλανηθῆτε, πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι‹Ἐγώ εἰμι› καὶ ‹Ὁ καιρὸς ἤγγικεν.› Μὴ οὖνπορευθῆτε ὀπίσω αὐτῶν.9Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.»

Things are going to get bad, really bad

10Τότε ἔλεγεν αὐτοῖς· «Ἐγερθήσεται ἔθνος ἐπὶἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν.11Σεισμοί τε μεγάλοι κατὰ τόπους καὶλιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται.12Πρὸ δὲ τούτων ἁπάντων,ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰςσυναγωγὰς καὶ φυλακάς, ἀγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.13Ἀποβήσεται δὲὑμῖν εἰς μαρτύριον.14Θέσθεοὖν εἰς τὰς καρδίαςὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν ἢ ἀντιστῆναιπάντεςοἱ ἀντικείμενοι ὑμῖν.16Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,καὶ θανατώσουσιν ἐξ ὑμῶν.17Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.18(Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται—19ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.)

Jerusalem will be destroyed

20»Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴνἹερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.21Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.22Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πληρωθῆναιπάντα τὰ γεγραμμένα.23Οὐαὶ δὲταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐντῷ λαῷ τούτῳ.24Καὶ πεσοῦνται στόματι μαχαίρας,καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη.Καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχριπληρωθῶσιν καιροὶ ἐθνῶν.

Christ will return to the earth

25»Καὶ ἔσταισημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ, ἠχούσηςθαλάσσης καὶ σάλου·26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇοἰκουμένῃ—αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.27Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.28Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.»

Parable of the fig tree

29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· «Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα.30Ὅταν προβάλλωσινἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδηἐγγὺς τὸ θέρος ἐστίν.31Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.32Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.33Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

Watch and pray

34»Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσινὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιοςἐφ᾿ ὑμᾶς ἐπιστῇἡ ἡμέρα ἐκείνη.35Ὡς παγὶς γὰρ ἐπελεύσεταιἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.36Ἀγρυπνεῖτε οὖνἐν παντὶ καιρῷ, δεόμενοι ἵνα καταξιωθῆτεἐκφυγεῖν πάντατὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.»

His daily routine

37Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.38Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.