ΚΑΤΑ ΛΟΥΚΑΝ
2
/
grc_tcg
The Birth of Jesus
1
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2
Αὕτη
info
ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3
Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν
info
ἰδίαν πόλιν.
4
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως
info
Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν
info
Δαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς
info
Δαυίδ,
5
ἀπογράψασθαι σὺν Μαριὰμ τῇ
info
μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ
info
ἐγκύῳ.
6
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.
7
Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν
info
τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Angels Announce Jesus' Birth to Shepherds
8
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9
Καὶ
info
ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.
10
Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·
11
ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει
info
Δαυίδ.
12
Καὶ τοῦτο ὑμῖν
info
τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον,
info
κείμενον ἐν
info
φάτνῃ.
13
Καὶ
info
ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
14
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις
info
εὐδοκία.
15
Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι,
info
καὶ οἱ ἄνθρωποι οἱ ποιμένες
info
εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16
Καὶ
info
ἦλθον σπεύσαντες, καὶ
info
ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17
Ἰδόντες δὲ
info
διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18
Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19
Ἡ δὲ
info
Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα,
info
συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20
Καὶ
info
ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21
Καὶ ὅτε ἐπλήσθησαν
info
ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν
info
αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ
info
συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Jesus Presented at the Temple
22
Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ
info
αὐτῶν κατὰ τὸν νόμον
info
Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ—
23
καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται—
24
καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν
info
νόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο
info
νεοσσοὺς περιστερῶν.
25
Καὶ ἰδού,
info
ἦν ἄνθρωπος ἐν
info
Ἱερουσαλήμ, ᾧ ὄνομα
info
Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα
info
ἦν Ἅγιον ἐπ᾽ αὐτόν.
26
Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν
info
ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
27
Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28
καὶ αὐτὸς ἐδέξατο
info
αὐτὸ εἰς τὰς ἀγκάλας
info
αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
29
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
30
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
32
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33
Καὶ ἦν
info
Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34
Καὶ εὐλόγησεν αὐτοὺς
info
Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·
35
καὶ σοῦ
info
δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36
Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα
info
ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς
info
παρθενίας αὐτῆς,
37
καὶ
info
αὕτη χήρα
info
ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο
info
ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.
38
Καὶ
info
αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ
info
Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν
info
ἐν Ἱερουσαλήμ.
The Return to Nazareth
39
Καὶ ὡς ἐτέλεσαν
info
ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου,
info
ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς
info
τὴν πόλιν
info
ἑαυτῶν
info
Ναζαρέτ.
40
Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο
info
πνεύματι, πληρούμενον
info
σοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾽
info
αὐτό.
The Boy Jesus at the Temple
41
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.
42
Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα,
info
ἀναβάντων αὐτῶν
info
εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
43
καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ
info
ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ·
44
νομίσαντες δὲ αὐτὸν
info
ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς
info
συγγενέσι καὶ
info
ἐν τοῖς γνωστοῖς·
45
καὶ μὴ εὑρόντες
info
αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ,
info
ζητοῦντες αὐτόν.
46
Καὶ ἐγένετο,
info
μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.
47
Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48
Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ
info
πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου
info
κἀγὼ ὀδυνώμενοι
info
ἐζητοῦμέν σε.
49
Καὶ εἶπε πρὸς αὐτούς,
Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50
Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51
Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς
info
Ναζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα
info
ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52
Καὶ Ἰησοῦς προέκοπτε
info
σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Powered by Seed Bible API
expand_more
Search
All books
Old Testament
New Testament
chevron_left
Previous Chapter
Books
search
Search
explore
Discover
share
Share
chevron_right
Next Chapter