Luke2grc_f35

1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.2Αὕτη ἡἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίανπόλιν.

At night, in Bethlehem, the Savior is born

4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ,εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,5ἀπογράψασθαι σὺν Μαριάμ, τῇ μεμνηστευμένῃαὐτῷ γυναικί,οὔσῃ ἐγκύῳ.6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν·7καὶ ἔτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇφάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Angels and shepherds

8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.9Καὶ ἰδού,ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· «Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·11ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ.12Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετεΒρέφος ἐσπαργανωμένον, κείμενονἐνφάτνῃ.»13Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων,14«Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»

Shepherds go and report

15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι,οἱ ποιμένες, εἶπονπρὸς ἀλλήλους, «Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.»16Καὶ ἦλθονσπεύσαντες καὶ ἀνεῦροντήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ Βρέφος κείμενον ἐν τῇ φάτνῃ.17Ἰδόντες δὲ διεγνώρισανπερὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.19Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.20Καὶ ὑπέστρεψανοἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Jesus is named

21Καὶ ὅτε ἐπλήσθησανἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν,καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναιαὐτὸν ἐν τῇ κοιλίᾳ.

Jesus is presented to God

22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶνκατὰ τὸν νόμον Μωσέως,ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ23(καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι «Πᾶν ἄρσεν διανοῖγονμήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται»),24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐννόμῳ Κυρίου, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺςπεριστερῶν.»

Simeon

25Καὶ ἰδού, ἦν ἄνθρωποςἐν Ἱερουσαλὴμᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιονἐπ᾿ αὐτόν.26(Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢἴδῃ τὸν Χριστὸν Κυρίου.)27Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,28καὶ αὐτὸς ἐδέξατο αὐτὸεἰς τὰς ἀγκάλας αὐτοῦκαὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν·29«Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ,30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.»33Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦθαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.34Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· «Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον35(καὶ σοῦ δὲαὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία), ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.»

Anna

36Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰἀπὸ τῆς παρθενίας αὐτῆς37καὶ αὐτὴ χήρα ὡςἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο ἀπὸτοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.38Καὶ αὕτη, αὐτῇτῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ,καὶ ἐλάλει περὶ Αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐνἹερουσαλήμ.

Back to Natsareth

39Καὶ ὡς ἐτέλεσαν ἅπαντατὰκατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψανεἰς τὴν Γαλιλαίαν, εἰς τὴνπόλιν ἑαυτῶν,Ναζαρέτ.40Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι,πληρούμενον σοφίας·καί, χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτῷ.41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα·42καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶνεἰς Ἱεροσόλυμακατὰ τὸ ἔθος τῆς ἑορτῆς.43Καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ Παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἔγνωἸωσὴφ καὶ ἡ μήτηραὐτοῦ.44Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι,ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσινκαὶ ἐν τοῖς γνωστοῖς.45Καὶ μὴ εὑρόντες αὐτόν,ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντεςαὐτόν.46Καὶ ἐγένετο μεθ᾿ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς.47(Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.)48Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν·«Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.»49Καὶ εἶπεν πρὸς αὐτούς· «Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;»50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.51Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ,καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡμήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦταἐν τῇ καρδίᾳ αὐτῆς.52Καὶ Ἰησοῦς προέκοπτενσοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.