Don’t offend, forgive
1Εἶπεν δὲπρὸς τοὺς μαθητάς·«Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα,οὐαὶ δὲδι᾿ οὗ ἔρχεται.2Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸςπερίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.3Προσέχετε ἑαυτοῖς· ἐὰν δὲἁμάρτῃ εἰς σὲὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ,ἄφες αὐτῷ.4Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃεἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέραςἐπιστρέψῃ,λέγων, ‹Μετανοῶ,› ἀφήσεις αὐτῷ.»Faith like a mustard seed has
5Καὶ εἶπονοἱ ἀπόστολοι τῷ Κυρίῳ, «Πρόσθες ἡμῖν πίστιν.»6Εἶπεν δὲ ὁ Κύριος· «Εἰ εἴχετεπίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ,‹Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ,› καὶ ὑπήκουσεν ἂν ὑμῖν.The thanks that a slave gets
7»Τίς δὲ ἐξ ὑμῶν, δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ, ἐρεῖεὐθέως, ‹Παρελθὼν ἀνάπεσε›;8Ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ, ‹Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕωςφάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ›;9Μὴ χάριν ἔχειτῷ δούλῳ ἐκείνῳὅτι ἐποίησεν τὰ διαταχθέντα; Οὐ δοκῶ.10Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι ‹Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὅτιὃ ὠφείλομενποιῆσαι πεποιήκαμεν.› »Jesus cleanses ten lepers
11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸνεἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσουΣαμαρείας καὶ Γαλιλαίας.12Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷδέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν.13Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, «Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.»14Καὶ ἰδὼν εἶπεν αὐτοῖς, «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.15Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν·16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ—καὶ αὐτὸς ἦν Σαμαρείτης.17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέαποῦ;18Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.»19Καὶ εἶπεν αὐτῷ, «Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.»The coming of the Kingdom
20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· «Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·21οὐδὲ ἐροῦσιν, ‹Ἰδοὺ ὧδε,› ἤ,‹Ἰδοὺἐκεῖ›· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.»22Εἶπεν δὲπρὸς τοὺς μαθητάς· «Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετεμίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.23Καὶ ἐροῦσιν ὑμῖν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ.›Μὴ ἀπέλθητε μηδὲ διώξητε.24Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡἀστράπτουσα ἐκ τῆς ὑπ᾿οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσταιὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.25Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.26Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραιςΝῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.27Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο,ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας.28Ὁμοίως καὶ ὡςἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν—29ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας.30Κατὰ ταῦταἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται.31»Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.32Μνημονεύετε τῆς γυναικὸς Λώτ.33Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαιἀπολέσειαὐτήν, καὶ ὃς ἐὰνἀπολέσῃαὐτὴνζωογονήσει αὐτήν.34Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ δύο ἔσονταιἐπὶ κλίνης μιᾶς·εἷς παραληφθήσεταικαὶ ὁ ἕτερος ἀφεθήσεται.35Δύο ἔσονταιἀλήθουσαι ἐπὶ τὸ αὐτό·μία παραληφθήσεταικαὶ ἡἑτέρα ἀφεθήσεται.»37Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, «Ποῦ, Κύριε;» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ὅπου τὸ σῶμα,ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.»