Luke16grc_f35

Parable of a stupid steward

1Ἔλεγεν δὲ καὶπρὸς τοὺς μαθητὰς αὐτοῦ·«Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.2Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· ‹Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτιοἰκονομεῖν.›3Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· ‹Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω· ἐπαιτεῖν αἰσχύνομαι—4ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶτῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.›5Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶντοῦ κυρίου ἑαυτοῦ,ἔλεγεν τῷ πρώτῳ, ‹Πόσον ὀφείλειςτῷ κυρίῳ μου;›6Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν βάτους ἐλαίου.› Καὶεἶπεν αὐτῷ, ‹Δέξαι σου τὸ γράμμακαὶ καθίσας ταχέως γράψον πεντήκοντα.›7Ἔπειτα ἑτέρῳ εἶπεν, ‹Σὺ δὲ πόσον ὀφείλεις;› Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν κόρους σίτου.› Καὶ λέγειαὐτῷ, ‹Δέξαι σου τὸ γράμμακαὶ γράψον ὀγδοήκοντα.›8Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν. Ὅτι οἱυἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.

A bit of irony

9»Κἀγὼὑμῖν λέγω, ποιήσατε ἑαυτοῖςφίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλείπητε,δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.10Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.11Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;12Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;13Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.»

The Law will not fail

14Ἤκουον δὲ ταῦτα πάντα καὶοἱ Φαρισαῖοι, φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.15Καὶ εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν. Ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.16Ὁ νόμος καὶ οἱ προφῆται ἕωςἸωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.17Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.18»Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει,καὶ πᾶς ὁἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

A rich man and beggar Lazarus

19»Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς.20Πτωχὸς δέ τις ἦνὀνόματι Λάζαρος, ὃςἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, ἡλκωμένος,21καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντωνἀπὸ τῆς τραπέζης τοῦ πλουσίου—ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχοντὰ ἕλκη αὐτοῦ.22Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦἉβραάμ. »Ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.23Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸνἉβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.24Καὶ αὐτὸς φωνήσας εἶπεν, ‹Πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.›25Εἶπεν δὲ Ἁβραάμ· ‹Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σουἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδεπαρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.26Καὶ ἐπὶπᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθενπρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.›27Εἶπεν δέ, ‹Ἐρωτῶ οὖν σε,πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,28ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.›29ΛέγειαὐτῷἉβραάμ, ‹Ἔχουσι Μωσέακαὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.›30Ὁ δὲ εἶπεν, ‹Οὐχί, πάτερ Ἁβραάμ—ἀλλ᾿ ἐάν τις ἀπὸνεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.›31Εἶπεν δὲ αὐτῷ, ‹Εἰ Μωσέωςκαὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.› »