Parable of a lost sheep
1Ἦσαν δὲ ἐγγίζοντες αὐτῷπάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.2Καὶ διεγόγγυζον οἱΦαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι «Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.»3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·4«Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν,οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕωςεὕρῃ αὐτό;5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦχαίρων.6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖτοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.›7Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.Parable of a lost coin
8»Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτουεὕρῃ;9Καὶ εὑροῦσα, συγκαλεῖταιτὰς φίλας καὶ τὰςγείτονας λέγουσα, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.›10Οὕτως, λέγω ὑμῖν, χαρὰ γίνεταιἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»Parable of a lost son
11Εἶπεν δέ· «Ἄνθρωπός τις εἶχεν δύο υἱούς.12Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, ‹Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.› Καὶδιεῖλεν αὐτοῖς τὸν βίον.13Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας, συναγαγὼν ἅπαντα,ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸςκατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατοὑστερεῖσθαι.15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸτῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.17Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν·‹Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσινἄρτων, ἐγὼ δὲ λιμῷἀπόλλυμαι·18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,19καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.›20»Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ.Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσενἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.21Εἶπεν δὲ αὐτῷ ὁ υἱός,‹Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.›22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ·‹Ἐξενέγκατε τὴνστολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας.23Καὶ ἐνέγκαντεςτὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶἀπολωλὼς ἦνκαὶ εὑρέθη.›Καὶ ἤρξαντο εὐφραίνεσθαι.25»Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν·26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων,ἐπυνθάνετο τίεἴη ταῦτα.27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ‹Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.›28Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖνπατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί·‹Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.›31Ὁ δὲ εἶπεν αὐτῷ· ‹Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν,καὶἀπολωλὼςἦνκαὶ εὑρέθη.› »