Repent or perish
1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.2Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτοῖς· «Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦταπεπόνθασιν;3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτεπάντες ὡσαύτωςἀπολεῖσθε.4Ἢ ἐκεῖνοι οἱ δέκα καὶὀκτὼ ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ὅτι οὗτοιὀφειλέται ἐγένοντο παρὰ πάνταςἀνθρώπους τοὺς κατοικοῦντας ἐνἹερουσαλήμ;5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτεπάντες ὁμοίωςἀπολεῖσθε.»Parable of a barren fig tree
6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· «Συκῆν εἶχέν τιςἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην,καὶ ἦλθεν ζητῶν καρπὸνἐν αὐτῇ καὶ οὐχ εὗρεν.7Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· ‹Ἰδού, τρία ἔτηἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. Ἔκκοψοναὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;›8Ὁ δὲ ἀποκριθεὶς λέγειαὐτῷ, ‹Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια,9κἂν μὲν ποιήσῃκαρπόν—εἰ δὲ μήγε, εἰς τὸ μέλλονἐκκόψειςαὐτήν.› »Jesus heals a woman bound by Satan
10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.11Καὶ ἰδού, γυνὴ ἦνπνεῦμα ἔχουσα ἀσθενείαςἔτη δέκα καὶὀκτώ—καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές.12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, «Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.»13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη,καὶ ἐδόξαζεν τὸν Θεόν.14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷσαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ,«Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταιςοὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.»15Ἀπεκρίθη οὖναὐτῷ ὁ Κύριος καὶ εἶπεν· «Ὑποκριταί,ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;16Ταύτην δέ, θυγατέρα Ἁβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;»17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.Two parables
18Ἔλεγεν δέ·«Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;19Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ,καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον μέγα,καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.»20Πάλινεἶπεν· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;21Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψενεἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.»The narrow gate
22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.23Εἶπεν δέ τις αὐτῷ, «Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;» Ὁ δὲ εἶπεν πρὸς αὐτούς·24«Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης,ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.25Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‹Κύριε, Κύριε,ἄνοιξον ἡμῖν›· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‹Οὐκ οἶδα ὑμᾶς· πόθεν ἐστέ;›26τότε ἄρξεσθελέγειν, ‹Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.›27Καὶ ἐρεῖ· ‹Λέγωὑμῖν, οὐκ οἶδα ὑμᾶςπόθεν ἐστέ. Ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱἐργάται τῆςἀδικίας.›28»Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθεἉβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶβορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονταιἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.»A word for Herod
31Ἐν αὐτῇ τῇ ἡμέρᾳπροσῆλθόντινες Φαρισαῖοι λέγοντες αὐτῷ, «Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλεισε ἀποκτεῖναι.»32Καὶ εἶπεν αὐτοῖς· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ‹Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶσήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.›33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.Jesus laments over Jerusalem
34»Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσατοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνιςτὴν ἑαυτῆς νοσσιὰνὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.Λέγω δὲὑμῖν ὅτιοὐ μή με ἴδητεἕως ἂν ἥξει ὅτεεἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »