Beware of hypocrisy
1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστεκαταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· «Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.3Ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοιςκηρυχθήσεται ἐπὶ τῶν δωμάτων.Don’t fear assassins
4»Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντωντὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόντι ποιῆσαι.5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε—φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχονταἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.6Οὐχὶ πέντε στρουθία πωλεῖταιἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖνφοβεῖσθε· πολλῶστρουθίων διαφέρετε.You confess Christ, He’ll confess you!
8»Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ.9Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.11Ὅταν δὲ προσφέρωσινὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτεπῶς ἢ τί ἀπολογήσεσθε,ἢ τί εἴπητε.12Τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.»Beware of materialism
13Εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου,«Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν.»14Ὁ δὲ εἶπεν αὐτῷ, «Ἄνθρωπε, τίς με κατέστησεν δικαστὴν ἢ μεριστὴνἐφ᾿ ὑμᾶς;»15Εἶπεν δὲ πρὸς αὐτούς, «Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆςπλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.»Parable of a rich fool
16Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.17Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‹Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;›18Καὶ εἶπεν· ‹Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματάμουκαὶ τὰ ἀγαθά μου.19Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.›20Εἶπεν δὲ αὐτῷ ὁ Θεός· ‹Ἄφρον,ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;›21Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.»The mentality of the Kingdom
22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ·«Διὰ τοῦτο λέγω ὑμῖν,μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,τί φάγητε· μηδὲ τῷ σώματι,τί ἐνδύσεσθε.23Ἡψυχὴ πλείωνἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.24Κατανοήσατε τοὺς κόρακας· ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖονοὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦπῆχυν ἕνα;26Εἰ οὖν οὔτεἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;27»Κατανοήσατε τὰ κρίνα, πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγωὑμῖν,οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.28Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντακαὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν,πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢτί πίητε, καὶ μὴ μετεωρίζεσθε.30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ,ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.31Πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ,καὶ ταῦτα πάνταπροστεθήσεται ὑμῖν.32»Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντιαμὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει.34Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.Watchfulness enjoined
35»Ἔστωσαν ὑμῶν αἱ ὀσφύεςπεριεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν,πότε ἀναλύσειἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.38Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.39Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδειὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶοὐκ ἂνἀφῆκεν διορυγῆναιτὸν οἶκον αὐτοῦ.40Καὶ ὑμεῖς οὖνγίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.»41Εἶπεν δὲ αὐτῷὁ Πέτρος, «Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;»42Εἶπεν δὲὁ Κύριος· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶφρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸσιτομέτριον;43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου ἔρχεσθαι,›καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.47»Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ,καὶ μὴ ἑτοιμάσας μηδὲποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς.48Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.Christ causes division
49»Πῦρ ἦλθον βαλεῖν εἰςτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗτελεσθῇ.51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν.52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶδιαμεμερισμένοι· τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν.53Διαμερισθήσεταιπατὴρ ἐπὶυἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶκαὶ θυγάτηρ ἐπὶ μητρί,πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.»Discern the time
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· «Ὅταν ἴδητε τὴννεφέλην ἀνατέλλουσαν ἀπὸδυσμῶν, εὐθέως λέγετε,‹Ὄμβρος ἔρχεται,› καὶ γίνεται οὕτως.55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‹Καύσων ἔσται,› καὶ γίνεται.56Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆςοἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸντοῦτον πῶς οὐ δοκιμάζετε;57Τί δέ, καὶ ἀφ᾿ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;Pay your debts on time!
58»Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷτῷ πράκτορι, καὶ ὁ πράκτωρ βάλῃσεεἰς φυλακήν.59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗκαὶ τὸἔσχατον λεπτὸν ἀποδῷς.»