Jude1grc_f35

Salutation

1Ἰούδας, Ἰησοῦ Χριστοῦδοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοιςκαὶ Ἰησοῦ Χριστῷτετηρημένοις, κλητοῖς·2Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

Why he is writing

3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας,ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.4Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα· ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάρινμετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην Θεόν, καὶΚύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀρνούμενοι.

Examples from ancient history

5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶςἅπαξ τοῦτο, ὅτι ὁ Κύριοςλαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.6Ἀγγέλους τετοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ᾿ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις—τὸν ὅμοιον τούτοις τρόπονἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας—πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

Evil men are in the church

8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.9Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος—διελέγετο περὶ τοῦ Μωσέωςσώματος—οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖνβλασφημίας, ἀλλ᾿εἶπεν, «Ἐπιτιμήσαι σοιΚύριος.»10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται—ἐν τούτοις φθείρονται.11Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.12Οὗτοί εἰσινἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως,ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι·δένδρα φθινοπωρινά, ἄκαρπα, δίς ἀποθανόντα(ἐκριζωθέντα)·13κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰςαἰῶνα τετήρηται.14Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδάμ, Ἐνώχ,λέγων· «Ἰδού, ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιναὐτοῦ15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαιπάντας τοὺς ἀσεβεῖςαὐτῶνπερὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶνὧν ἐλάλησαν κατ᾿ αὐτοῦ—ἁμαρτωλοὶ ἀσεβεῖς.»16Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ἑαυτῶνπορευόμενοι· καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

Exhortation

17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·18ὅτι ἔλεγον ὑμῖν ὅτιἐν ἐσχάτῳ χρόνῳἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίαςπορευόμενοι τῶν ἀσεβειῶν.19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες,ψυχικοί, πνεῦμα μὴ ἔχοντες.20Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς,ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.22Καὶ οὓς μὲν ἐλεεῖτε,διακρινόμενοι·23οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες,μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

Doxology

24Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺςἀπταίστους,καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει—25μόνῳ σοφῷΘεῷ,Σωτῆρι ἡμῶν,δόξα καὶμεγαλωσύνη, κράτος καὶ ἐξουσία,καὶνῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.