ΙΩΒ25grc_bre
1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,2Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ;3Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ;4Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;5Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.6Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ.