Passover, 29 AD
1Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦταἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.Jesus and His brothers
2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· «Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιντὰ ἔργα ἃποιεῖς·4οὐδεὶς γὰρ ἐν κρυπτῷ τιποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.»5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην.Ἐγὼ οὔπωἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸςοὔπω πεπλήρωται.»9Ταῦτα δὲ εἰπὼν αὐτοῖςἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,οὐ φανερῶς, ἀλλ᾿ ὡςἐν κρυπτῷ.11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, «Ποῦ ἐστιν ἐκεῖνος;»12Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦνἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι «Ἀγαθός ἐστιν,» ἄλλοιἔλεγον, «Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.»13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.Jesus teaches in the Temple
14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁἸησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.15Καὶ ἐθαύμαζονοἱ Ἰουδαῖοι λέγοντες, «Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;»16Ἀπεκρίθη οὖναὐτοῖς ὁἸησοῦς καὶ εἶπεν· «Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ.18Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.Moses vs the Jews
19»Οὐ Μωσῆςδέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι;»20Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν,«Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;»21ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.22Διὰ τοῦτο· Μωσῆςδέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωσέωςἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων), καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.23Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως,ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;24Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.»Public opinion divided
25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;26Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶςὁ Χριστός;27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.»28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· «Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.29Ἐγὼοἶδα αὐτὸν ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.»30Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.31Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσανεἰς αὐτόν, καὶ ἔλεγον ὅτι«Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτιπλείονα σημεῖαποιήσει ὧν οὗτος ἐποίησεν;»32Ἤκουσανοἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖςἵνα πιάσωσιν αὐτόν.33Εἶπεν οὖνὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνονμεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.34Ζητήσετέ με καὶ οὐχ εὑρήσετε·καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.»35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· «Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;36Τίς ἐστιν οὗτος ὁ λόγοςὃν εἶπεν, ‹Ζητήσετέ με καὶ οὐχ εὑρήσετε·καί, ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν›;»The last day of the feast
37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.»39(Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος, ὃἤμελλονλαμβάνειν οἱ πιστεύοντεςεἰς αὐτόν, οὔπω γὰρ ἦν Πνεῦμα ἍγιονὅτιἸησοῦς οὐδέπω ἐδοξάσθη.)40Πολλοὶ οὖν ἐκ τοῦ ὄχλουἀκούσαντες τὸν λόγονἔλεγον, «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης.»41Ἄλλοι ἔλεγον, «Οὗτός ἐστιν ὁ Χριστός.» Ἄλλοι ἔλεγον·«Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;42Οὐχὶἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται;»43Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετοδι᾿ αὐτόν.44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.The operatives are empty-handed
45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, «Διὰ τί οὐκ ἠγάγετε αὐτόν;»46Ἀπεκρίθησαν οἱ ὑπηρέται, «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωποςὡς οὗτος ὁ ἄνθρωπος.»47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· «Μὴ καὶ ὑμεῖς πεπλάνησθε;48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;49Ἀλλ᾿ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοίεἰσιν.»50Λέγει Νικόδημος πρὸς αὐτούς (ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν,,εἷς ὢν ἐξ αὐτῶν),51«Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερονκαὶ γνῷ τί ποιεῖ;»52Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ· «Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησονκαὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίαςοὐκ ἐγήγερται.»,53Καὶ ἀπῆλθενἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.