John21grc_f35

Breakfast on the beach

1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸνὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ,ἐγερθεὶς ἐκ νεκρῶν,ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως·2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς (ὁ λεγόμενος Δίδυμος), καὶ Ναθαναήλ (ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας), καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.3Λέγει αὐτοῖς Σίμων Πέτρος, «Ὑπάγω ἁλιεύειν.» Λέγουσιν αὐτῷ, «Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.» Ἐξῆλθον καὶ ἐνέβησανεἰς τὸ πλοῖον εὐθύς,καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.4Πρωΐας δὲ ἤδη γενομένης,ἔστη ὁἸησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.5Λέγει οὖν αὐτοῖς ὁἸησοῦς, «Παιδία, μήτι προσφάγιον ἔχετε;» Ἀπεκρίθησαν αὐτῷ, «Οὔ.»6Ὁ δὲ εἶπεν αὐτοῖς, «Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.» Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσανἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, «Ὁ Κύριός ἐστιν.» Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός) καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων.9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.10Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.»11ἈνέβηΣίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς,μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.12Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Δεῦτε ἀριστήσατε.» Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, «Σὺ τίς εἶ;»—εἰδότες ὅτι ὁ Κύριός ἐστιν.13Ἔρχεται οὖνἸησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁἸησοῦς τοῖς μαθηταῖς αὐτοῦ,ἐγερθεὶς ἐκ νεκρῶν.

Jesus reinstates Peter

15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, «Σίμων Ἰωνᾶ,ἀγαπᾷς με πλεῖοντούτων;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Βόσκε τὰ ἀρνία μου.»16Λέγει αὐτῷ πάλιν, δεύτερον, «Σίμων Ἰωνᾶ,ἀγαπᾷς με;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Ποίμαινε τὰ πρόβατά μου.»17Λέγει αὐτῷ τὸ τρίτον, «Σίμων Ἰωνᾶ,φιλεῖς με;» Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, «Φιλεῖς με;» Καὶ εἶπεναὐτῷ· «Κύριε, σὺ πάνταοἶδας. Σὺ γινώσκεις ὅτι φιλῶ σε.» Λέγει αὐτῷ ὁ Ἰησοῦς·«Βόσκε τὰ πρόβατά μου.18Ἀμήν, ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸνκαὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.»19(Τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.) Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, «Ἀκολούθει μοι.»

About the author

20Ἐπιστραφεὶς δὲὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα (ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, «Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;»).21Τοῦτονἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Κύριε, οὗτος δὲ τί;»22Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι.»23Ἐξῆλθεν οὖν ὁ λόγος οὗτοςεἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. Καὶ οὐκ εἶπεναὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿, «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;»24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶγράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὅσαἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν,οὐδὲαὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.,,