Water into wine
1Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ.2Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.3Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, «Οἶνον οὐκ ἔχουσιν.»4Λέγειαὐτῇ ὁ Ἰησοῦς· «Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.»5Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, «Ὅ τι ἂν λέγῃὑμῖν, ποιήσατε.»6(Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.)7Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Γεμίσατε τὰς ὑδρίας ὕδατος.» Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.8Καὶ λέγει αὐτοῖς, «Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.» Καὶἤνεγκαν.9Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ—οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ)—φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος10καὶ λέγει αὐτῷ· «Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν, τότετὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.»11Ταύτην ἐποίησεν τὴν ἀρχὴντῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.12Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ—αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ—καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.The first cleansing of the Temple—Passover, 27 AD
13Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.15Καὶ ποιήσας φραγέλλιονἐκ σχοινίων,πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν.16Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.»17Ἐμνήσθησαν δὲοἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταίμε.»18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;»19ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.»20Εἶπον οὖν οἱ Ἰουδαῖοι, «Τεσσαράκοντακαὶ ἓξ ἔτεσιν ᾠκοδομήθηὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;»21Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.22Ὅτε οὖν ἠγέρθη ἐκνεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν·καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧεἶπεν ὁ Ἰησοῦς.23Ὡς δὲ ἦν ἐν τοῖςἹεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.24Αὐτὸς δὲ ὁἸησοῦς οὐκ ἐπίστευεν ἑαυτὸναὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας,25καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.