ΚΑΤΑ ΙΩΑΝΝΗΝ19grc_tcg
1Τότε οὖν ἔλαβεν ὁΠιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,3καὶἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶἐδίδουν αὐτῷ ῥαπίσματα.4Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁΠιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτιἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς,Ἴδε, ὁ ἄνθρωπος.6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσοναὐτόν. Λέγει αὐτοῖς ὁΠιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμονἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτιἑαυτὸν υἱὸν Θεοῦ ἐποίησεν.8Ὅτε οὖν ἤκουσεν ὁΠιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.10Λέγει οὖν αὐτῷ ὁΠιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχωσταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;11ἈπεκρίθηἸησοῦς, Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.12Ἐκ τούτουἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοιἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέαἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.13Ὁ οὖνΠιλάτος ἀκούσαςτοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶτοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲΓαββαθᾶ·14ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥραδὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.15Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁΠιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. The Crucifixion Παρέλαβονδὲ τὸν Ἰησοῦνκαὶ ἤγαγον·17καὶ βαστάζωντὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰςτόπον λεγόμενον Κρανίου Τόπον,ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.19Ἔγραψε δὲ καὶ τίτλον ὁΠιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί,Ἑλληνιστί, Ῥωμαϊστί.21Ἔλεγον οὖν τῷΠιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύςεἰμι τῶν Ἰουδαίων.22Ἀπεκρίθη ὁΠιλάτος, Ὃ γέγραφα, γέγραφα.23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαντέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼνἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.24Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇἡ λέγουσα,
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶαὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου.27Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου.Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβενὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶαὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου.27Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου.Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβενὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.