John18grc_f35

Betrayal and arrest

1Ταῦτα εἰπὼν ὁἸησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων,ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.2ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθηἸησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.3Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶΦαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.

Jesus knocks the soldiers down with His word

4Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμεναἐπ᾿ αὐτόν, ἐξελθὼν εἶπεναὐτοῖς, «Τίνα ζητεῖτε;»5Ἀπεκρίθησαν αὐτῷ, «Ἰησοῦν τὸν Ναζωραῖον.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐγώ εἰμι.»(Εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, μετ᾿ αὐτῶν.)6Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι«Ἐγώ εἰμι,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσονχαμαί.7Πάλιν οὖν αὐτοὺς ἐπηρώτησεν,«Τίνα ζητεῖτε;» Οἱ δὲ εἶπον,«Ἰησοῦν τὸν Ναζωραῖον.»8ἈπεκρίθηἸησοῦς· «Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν»9(ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι «Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα»).10Σίμων οὖν Πέτρος, ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίοντὸ δεξιόν. (Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.)11Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· «Βάλε τὴν μάχαιρανεἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;»

To Annas first

12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν.13Καὶ ἀπήγαγον αὐτὸνπρὸς Ἄννανπρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.14(Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαιὑπὲρ τοῦ λαοῦ.)

Peter denies Jesus

15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.16Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦνγνωστὸς τῷ ἀρχιερεῖ,καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον.17Λέγει οὖν ἡ παιδίσκη, ἡ θυρωρός, τῷ Πέτρῳ,«Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;» Λέγει ἐκεῖνος, «Οὐκ εἰμί.»18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτροςἑστὼς καὶ θερμαινόμενος.

Caiaphas interrogates Jesus

19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.20Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς·«Ἐγὼ παρρησίᾳ ἐλάλησατῷ κόσμῳ. Ἐγὼ πάντοτε ἐδίδαξα ἐνσυναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτεοἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.21Τί με ἐπερωτᾷς;Ἐπερώτησοντοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. Ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.»22Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼςἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;»23Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,«Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δαίρεις;»24(Ἀπέστειλεναὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.)

Peter again

25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;» Ἠρνήσατο οὖνἐκεῖνος καὶ εἶπεν, «Οὐκ εἰμί.»26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, «Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ;»27Πάλιν οὖν ἠρνήσατο ὁΠέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Jesus taken to Pilate

28Ἄγουσιν οὖντὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, ἦν δὲ πρωΐ.Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵναφάγωσιν τὸ Πάσχα.29Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺςκαὶ εἶπεν,«Τίνα κατηγορίαν φέρετε κατὰτοῦ ἀνθρώπου τούτου;»30Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ, «Εἰ μὴ ἦν οὗτος κακοποιός,οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.»31Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Εἶπον οὖναὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα»32(ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλενἀποθνήσκειν).

Pilate and Jesus

33Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλινὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;»34Ἀπεκρίθη αὐτῷἸησοῦς, «Ἀφ᾿ ἑαυτοῦσὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπονπερὶ ἐμοῦ;»35Ἀπεκρίθη ὁ Πιλᾶτος· «Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σόν, καὶ οἱ ἀρχιερεῖς, παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;»36ἈπεκρίθηἸησοῦς· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.»37Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, «Οὐκοῦν βασιλεὺς εἶ σύ;» ἈπεκρίθηἸησοῦς· «Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ·ἐγὼ εἰς τοῦτο γεγέννημαι. Καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ Ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς Ἀληθείας ἀκούει μου τῆς φωνῆς.»38Λέγει αὐτῷ ὁ Πιλᾶτος, «Τί ἐστιν ἀλήθεια;»Barabbas Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· «Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.39Ἔστιν δὲ συνήθεια ἡμῖνἵνα ἕνα ὑμῖν ἀπολύσωἐν τῷ Πάσχα. Βούλεσθε οὖν ὑμῖν ἀπολύσωτὸν Βασιλέα τῶν Ἰουδαίων;»40Ἐκραύγασαν οὖνπάντες,λέγοντες, «Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.» Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.