1»Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε2—ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.3Καὶ ταῦτα ποιήσουσινὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ.4Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα,μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾿ ὑμῶν ἤμην.
What the Enabler will do
5»Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, ‹Ποῦ ὑπάγεις;›6Ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.7Ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼμὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.8»Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μουὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.12»Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν,ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι.13Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·οὐ γὰρ λαλήσει ἀφ᾿ ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἂνἀκούσῃλαλήσει· καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.14Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεταικαὶ ἀναγγελεῖ ὑμῖν.15Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνεικαὶ ἀναγγελεῖ ὑμῖν.Sorrow to joy
16»Μικρὸν καὶ οὐθεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.»17Εἶπονοὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· «Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με,› καὶ ὅτι ‹Ἐγὼὑπάγω πρὸς τὸν Πατέρα›;»18Ἔλεγον οὖν· «Τοῦτο τί ἐστινὃ λέγει,‹τὸ μικρόν›; Οὐκ οἴδαμεν τί λαλεῖ.»19Ἔγνω οὖνὁἸησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· «Περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;›20Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲλυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.21Ἡ γυνὴ ὅταν τίκτῃλύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.22Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦνἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν.23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. »Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂναἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.24Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήψεσθε,ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.Figures of speech
25»Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ᾿ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶὑμῖν.26Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν·27αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦΘεοῦ ἐξῆλθον.28Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.»29Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·«Ἴδε, νῦνπαρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις.30Νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.»“Take heart!”
31Ἀπεκρίθη αὐτοῖς ὁἸησοῦς· «Ἄρτι πιστεύετε;32Ἰδού, ἔρχεται ὥρα καὶ νῦνἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲμόνον ἀφῆτε. Καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾿ ἐμοῦ ἐστιν.33Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε·ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.»