John13grc_f35

1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεναὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.

Jesus washes the disciples’ feet

2Καὶ δείπνου γενομένου(τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ),3εἰδὼς ὁ Ἰησοῦςὅτι πάντα δέδωκεναὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει,4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.5Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.

Simon Peter

6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶλέγει αὐτῷ ἐκεῖνος,«Κύριε, σύ μου νίπτεις τοὺς πόδας;»7Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.»8Λέγει αὐτῷΠέτρος, «Οὐ μὴ νίψῃς τοὺς πόδας μουεἰς τὸν αἰῶνα.» Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,«Ἐὰν μὴ νίψω σε, οὐκἔχεις μέρος μετ᾿ ἐμοῦ.»9Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.»10Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ὁ λελουμένος οὐ χρείαν ἔχειἢ τοὺς πόδαςνίψασθαι, ἀλλ᾿ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες.»11(ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν,«Οὐχὶ πάντες καθαροί ἐστε.»)

Jesus explains His action

12Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶνκαὶἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼνπάλιν, εἶπεν αὐτοῖς· «Γινώσκετε τί πεποίηκα ὑμῖν;13Ὑμεῖς φωνεῖτέ με ‹Ὁ Διδάσκαλος,› καὶ ‹Ὁ Κύριος,› καὶ καλῶς λέγετε, εἰμὶ γάρ.14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.15Ὑπόδειγμα γὰρ δέδωκαὑμῖν, ἵνα καθὼςἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.16»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.17Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.18»Οὐ περὶ πάντων ὑμῶν λέγω—ἐγὼοἶδα οὓςἐξελεξάμην. Ἀλλ᾿ ἵνα ἡ Γραφὴ πληρωθῇ· ‹Ὁ τρώγων μετ᾿ ἐμοῦτὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.›19Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητεὅτι ἐγώ εἰμι.20Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάντινα πέμψω ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.»

The traitor is identified

21Ταῦτα εἰπὼν ὁἸησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.»22Ἔβλεπον δὲπρὸςἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.23Ἦν δὲἀνακείμενος εἷςτῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.24Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.25Ἐπιπεσὼνδὲἐκεῖνοςἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, «Κύριε, τίς ἐστιν;»26Ἀποκρίνεται ὁἸησοῦς, «Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψαςτὸ ψωμίον ἐπιδώσω.»Καὶ ἐμβάψαςτὸ ψωμίονδίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.27Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, «Ὃ ποιεῖς, ποίησον τάχιον.»28(Τοῦτο δὲοὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁἸούδας, ὅτι λέγει αὐτῷ ὁἸησοῦς, «Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν,» ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.)30Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν.Ἦν δὲ νύξ.

A new commandment

31Ὅτεἐξῆλθεν, λέγει ὁἸησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.32Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ,καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ,καὶ εὐθὺς δοξάσει αὐτόν.33»Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ‹Ὅπου ὑπάγω ἐγώ,ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,› καὶ ὑμῖν λέγω ἄρτι.34»Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς—ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.35Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.»

Jesus warns Peter

36Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, ποῦ ὑπάγεις;» Ἀπεκρίθη αὐτῷἸησοῦς, «Ὅπου ἐγὼὑπάγω οὐ δύνασαί μοινῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.»37Λέγει αὐτῷΠέτρος· «Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.»38ἈπεκρίθηαὐτῷἸησοῦς· «Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃἕως οὗ ἀπαρνήσῃμε τρίς.