Lazarus of Bethany
1Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.2(Ἦν δὲ Μαρίαἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς,ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.)3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, «Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.»Jesus lets Lazarus die on purpose
4Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, «Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.»5(Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.)6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς,«Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.»8Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί,νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;»9ἈπεκρίθηἸησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσιντῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσωαὐτόν.»12Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ,«Κύριε, εἰ κεκοίμηται σωθήσεται.»13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν.15Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰἄγωμεν πρὸς αὐτόν.»16Εἶπεν οὖν Θωμᾶς (ὁ λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς,«Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.»17Ἐλθὼν οὖν ὁ Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδηἔχοντα ἐν τῷ μνημείῳ.18(Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε·19καὶ πολλοὶἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶΜάρθαν καὶ Μαρίαν,ἵνα παραμυθήσωνταιαὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.)20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτιἸησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρίαδὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.Martha
21Εἶπεν οὖνΜάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.22Ἀλλὰκαὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.»23Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Ἀναστήσεται ὁ ἀδελφός σου.»24Λέγει αὐτῷΜάρθα, «Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.»25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;»27Λέγει αὐτῷ, «Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.»Mary
28Καὶ ταῦταεἰποῦσα, ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαντὴν ἀδελφὴν αὐτῆς, λάθρᾳ εἰποῦσα, «Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.»29Ἐκείνηὡς ἤκουσεν, ἐγείρεταιταχὺ καὶ ἔρχεταιπρὸς αὐτόν.30(Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐντῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίανὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντεςὅτι «Ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.»)32Ἡ οὖν Μαρία,ὡς ἦλθεν ὅπου ἦν ὁἸησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας,λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μουὁ ἀδελφός.»Jesus is troubled
33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.34Καὶ εἶπεν, «Ποῦ τεθείκατε αὐτόν;» Λέγουσιν αὐτῷ, «Κύριε, ἔρχου καὶ ἴδε.»35Ἐδάκρυσεν ὁ Ἰησοῦς.36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Ἴδε πῶς ἐφίλει αὐτόν.»37Τινὲς δὲ ἐξ αὐτῶν εἶπον,«Οὐκ ἠδύνατοοὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;»38Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Jesus raises Lazarus from the dead Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ.39Λέγει ὁ Ἰησοῦς, «Ἄρατε τὸν λίθον.» Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος,Μάρθα, «Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.»40Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψειτὴν δόξαν τοῦ Θεοῦ;»41Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος.Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.»43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, «Λάζαρε, δεῦρο ἔξω.»44Καὶἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Λύσατε αὐτὸν καὶ ἄφετεὑπάγειν.»The reaction
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν,καὶ θεασάμενοι ἃἐποίησεν ὁ Ἰησοῦς,ἐπίστευσαν εἰς αὐτόν.46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὅσαἐποίησεν ὁἸησοῦς.47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως,πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.»49Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, «Ὑμεῖς οὐκ οἴδατε οὐδέν,50οὐδὲ διαλογίζεσθεὅτι συμφέρει ἡμῖνἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.»51(Τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσενὅτι ἔμελλεν ὁἸησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους·52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένασυναγάγῃεἰς ἕν.)53Ἀπ᾿ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντοἵνα ἀποκτείνωσιν αὐτόν.A tactical withdrawal
54Ἰησοῦς οὖνοὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν. Κἀκεῖ διέτριβενμετὰ τῶν μαθητῶν αὐτοῦ.The Passover is near
55Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.56Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾿ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, «Τί ὑμῖν δοκεῖ—ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;»57Δεδώκεισαν δὲ καὶοἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν,ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.