1Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.3Πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.5Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
John—a witness to the Light
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ.8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.9Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.11Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν.Jesus—the Only-begotten
14Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, «Οὗτος ἦν ὃν εἶπον, ‹Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.› »16Καὶἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.17Ὅτι ὁ νόμος διὰ Μωσέωςἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε. Ὁ μονογενὴς Υἱός,ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλανοἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, «Σὺ τίς εἶ;»20Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι «Οὐκ εἰμὶ ἐγὼὁ Χριστός.»21Καὶ ἠρώτησαν αὐτόν, «Τί οὖν, Ἠλίας εἶ σύ;»Καὶ λέγει, «Οὐκ εἰμί.» «Ὁ Προφήτης εἶ σύ;» Καὶ ἀπεκρίθη, «Οὔ.»22Εἶπονοὖν αὐτῷ, «Τίς εἶ;—ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;»23Ἔφη, «Ἐγὼ φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν Κυρίου,› καθὼς εἶπεν Ἡσαΐαςὁ προφήτης.»24Καὶ οἱἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.25Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶποναὐτῷ, «Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτεἨλίας οὔτε ὁ Προφήτης;»26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.27Αὐτός ἐστιν ὁὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν,οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιοςἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.»28Ταῦτα ἐν Βιθαβαρᾶ ἐγένετο,πέραν τοῦ Ἰορδάνου, ὅπου ἦνἸωάννης βαπτίζων.Behold the Lamb of God!
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννηςτὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.30Οὗτός ἐστιν περὶοὗ ἐγὼ εἶπον, ‹Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.›31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷὕδατι βαπτίζων.»32Καὶ ἐμαρτύρησενἸωάννης λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡςπεριστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν.33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.›34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.»35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.36Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ.»37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶλαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, «Τί ζητεῖτε;» Οἱ δὲ εἶπον αὐτῷ, «Ῥαββί» (ὃ λέγεται ἑρμηνευόμενονΔιδάσκαλε), «ποῦ μένεις;»39Λέγει αὐτοῖς, «Ἔρχεσθε καὶ ἴδετε.»Ἦλθονκαὶ εἶδονποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην—ὥραἦν ὡς δεκάτη.40Ἦν Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.41Εὑρίσκει οὗτος πρῶτοςτὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, «Εὑρήκαμεν τὸν Μεσίαν»(ὅ ἐστιν μεθερμηνευόμενονΧριστός).42Καὶἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψαςαὐτῷ ὁ Ἰησοῦς εἶπεν, «Σὺ εἶ Σίμων, ὁ υἱὸς Ἰωνᾶ·σὺ κληθήσῃ Κηφᾶς» (ὃ ἑρμηνεύεται, Πέτρος).Nathanael
43Τῇ ἐπαύριον ἠθέλησενἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ,«Ἀκολούθει μοι.»44(Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.)45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, «Ὃν ἔγραψεν Μωσῆςἐν τῷ Νόμῳ—καὶ οἱ Προφῆται—εὑρήκαμεν· Ἰησοῦν τὸνυἱὸνἸωσήφ, τὸν ἀπὸ Ναζαρέτ.»46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Λέγει αὐτῷΦίλιππος, «Ἔρχου καὶ ἴδε.»47Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, «Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.»48Λέγει αὐτῷ Ναθαναήλ, «Πόθεν με γινώσκεις;» ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ, «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.»49Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ·«Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺςτοῦ Ἰσραήλ.»50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ὅτι εἶπόν σοι,‹Εἶδόν σε ὑποκάτω τῆς συκῆς,› πιστεύεις; Μείζω τούτων ὄψει.»51Καὶ λέγει αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθετὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.»