ΙΑΚΩΒΟΥ4grc_sbl
1Πόθεν πόλεμοι καὶ ⸀πόθενμάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.4⸀μοιχαλίδεςοὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰνοὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισενἐν ἡμῖν;6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν·8ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτωκαὶ ἡ χαρὰ εἰς κατήφειαν·10ταπεινώθητε ἐνώπιον ⸀κυρίουκαὶ ὑψώσει ὑμᾶς.11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢκρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.12εἷς ⸀ἐστιννομοθέτης ⸂καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνωντὸν ⸀πλησίον13Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢαὔριον ⸀πορευσόμεθαεἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομενἐκεῖ ⸀ἐνιαυτὸνκαὶ ⸀ἐμπορευσόμεθακαὶ ⸀κερδήσομεν14οἵτινες οὐκ ἐπίστασθε ⸀τὸτῆς αὔριον ⸀ποίαἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε⸀ἡπρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτακαὶ ἀφανιζομένη·15ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃκαὶ ⸀ζήσομενκαὶ ⸀ποιήσομεντοῦτο ἢ ἐκεῖνο.16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.