James3grc_f35
1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.2Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνάμενοςχαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.3Ἴδε,τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸπείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.4Ἰδοὺ καὶ τὰ πλοῖα· τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶνἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂνἡ ὁρμὴ τοῦ ἰθύνοντοςβούληται.5Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγαλαυχεῖ.Ἰδού, ὀλίγονπῦρ ἡλίκην ὕλην ἀνάπτει.6Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας, οὕτωςἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς Γεέννης.7Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ.8Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι—ἀκατάσχετονκακόν, μεστὴ ἰοῦ θανατηφόρου.9Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸνκαὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας.10Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου,ταῦτα οὕτως γίνεσθαι.11Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;12Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτωςοὐδεμία πηγὴ ἁλυκὸν καὶγλυκὺ ποιῆσαι ὕδωρ.