Warning Against Partiality
1Ἀδελφοί μου, μὴ ἐνπροσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.2Ἐὰν γὰρ εἰσέλθῃ εἰςτὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,3καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴνἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητεαὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθιἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου,4καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺςτοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;6Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;7Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;8Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡςἑαυτὸν, καλῶς ποιεῖτε·9εἰ δὲπροσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.10Ὅστις γὰρ ὅλον τὸν νόμοντηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.11Ὁ γὰρ εἰπών, Μὴμοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐμοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.12Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.13Ἡ γὰρ κρίσιςἀνέλεος τῷ μὴ ποιήσαντιἔλεος· κατακαυχᾶταιἔλεον κρίσεως.Faith and Works
14Τίτὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;15Ἐὰνδὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοιὦσι τῆς ἐφημέρου τροφῆς,16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τίτὸ ὄφελος;17Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.18Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σουἐκ τῶν ἔργωνσου, κἀγὼδείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστινμου.19Σὺ πιστεύεις ὅτιὁ Θεὸς εἷς ἐστι; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι—καὶ φρίσσουσι.20Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργωννεκρά ἐστιν;21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;22Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;23Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.24Ὁρᾶτετοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.25Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;26Ὥσπεργὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶςτῶν ἔργων νεκρά ἐστι.