ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ3grc_tcg

Jesus Is Superior to Moses

1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶνἸησοῦν Χριστόν,2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶΜωϋσῆς ἐνὅλῳ τῷ οἴκῳ αὐτοῦ.3Πλείονος γὰρδόξης οὗτος παρὰΜωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.4Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲτὰ πάντα κατασκευάσας Θεός.5ΚαὶΜωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων·6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·οὗ οἶκός ἐσμεν ἡμεῖς,ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδοςμέχρι τέλους βεβαίαν κατάσχωμεν.

Do Not Harden Your Hearts

7Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ,κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,9οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με,καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη.10Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ,καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
12Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος·13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας·14μέτοχοι γὰργεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·15ἐν τῷ λέγεσθαι,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
16Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰΜωϋσέως.17Τίσι δὲ προσώχθισετεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;18Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι;19Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖνδι᾽ ἀπιστίαν.