The Apostle and High Priest of our confession
1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν Χριστόν,2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆςἐν ὅλῳτῷ οἴκῳ αὐτοῦ.3Πλείονος γὰρ δόξης οὗτοςπαρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσονπλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν4—πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰπάντα κατασκευάσας Θεός—5καί, Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων,6Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερτὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίανκατάσχωμεν.The Holy Spirit’s warning
7Διό—καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,9οὗ ἐπείρασάν μεοἱ πατέρες ὑμῶν, ἐδοκίμασάν μεκαὶ εἶδον τὰ ἔργα μου τεσσαράκονταἔτη.10Διὸ προσώχθισατῇ γενεᾷ ἐκείνῃκαὶ εἶπον,‹Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου›·11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, ‹Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου› »—12βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος·13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ ‹Σήμερον› καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τιςἀπάτῃ τῆς ἁμαρτίας.14Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ,ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,15ἐν τῷ λέγεσθαι, «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.»16Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέος;17Τίσιν δὲ προσώχθισεν τεσσαράκονταἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσενἐν τῇ ἐρήμῳ;18Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν;19Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰἀπιστίαν.