1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.2Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμεναγεγονέναι.
Abel, Enoch, Noah
4Πίστει πλείονα θυσίαν Ἄβελπαρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾿ αὐτῆς, ἀποθανών, ἔτι λαλεῖται.5Πίστει Ἐνὼχμετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετοδιότι μετέθηκεναὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦμεμαρτύρηται εὐηρεστηκέναιτῷ Θεῷ.6Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.7Πίστει, χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθείς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾿ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.Abraham and Sarah
8Πίστει, καλούμενος Ἁβραάμ, ὑπήκουσεν ἐξελθεῖνεἰς τὸντόπον ὃν ἤμελλενλαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν, μὴ ἐπιστάμενος ποῦ ἔρχεται.9Πίστει παρῴκησενεἰςγῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας, μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.11Πίστει καὶ αὐτὴ Σάρραδύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν,ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.12Διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν,καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡἄμμοςἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.Seeking a heavenly homeland
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες—μὴ λαβόντεςτὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντεςκαὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.14Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.15Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον,εἶχον ἂν καιρὸν ἀνακάμψαι.16Νῦνδὲ κρείττονος ὀρέγονται, τοῦτ᾿ ἔστιν, ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.Patriarchs
17Πίστει προσενήνοχεν Ἁβραὰμ τὸν Ἰσαάκ, πειραζόμενος· καί, τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,18πρὸς ὃν ἐλαλήθη ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,»19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.20Πίστειπερὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.21Πίστει Ἰακώβ, ἀποθνήσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.22Πίστει Ἰωσήφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.Moses
23Πίστει Μωϋσῆς, γεννηθείς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.24Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,25μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτουθησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.27Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ Ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.28Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.29Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς,ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.30Πίστει τὰ τείχη Ἱεριχὼἔπεσεν,κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης.Exploits achieved through faith
32Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ μεδιηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶΣαμψὼν καὶἸεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας,ἐνεδυναμώθησανἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.36Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.37Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν,ἐν φόνῳ μαχαίραςἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι38—ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος—ἐνἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.39Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,40τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.