Hebrews10grc_f35

Animal blood is insufficient

1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾿ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναταιτοὺς προσερχομένους τελειῶσαι.2Ἐπεὶ οὐκἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους;3Ἀλλ᾿ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾿ ἐνιαυτόν,4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.

“I have come to do your will, O God”

5Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.7Τότε εἶπον, ‹Ἰδοὺ ἥκω—ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.› »8Ἀνώτερον λέγων ὅτι «Θυσίαν καὶ προσφορὰνκαὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας» (αἵτινες κατὰ τὸννόμον προσφέρονται),9τότε εἴρηκεν, «Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.»Ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.10Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν οἱδιὰ τῆς προσφορᾶς τοῦ σώματοςἸησοῦ Χριστοῦ ἐφάπαξ.

Christ perfects forever

11Καὶ πᾶς μὲν ἱερεὺςἕστηκεν καθ᾿ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·12αὐτὸςδέ, μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ·13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ,14μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.15Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μετὰ γὰρ τὸ προειρηκέναι·16« ‹Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας,› λέγει Κύριος, ‹διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τῶν διανοιῶναὐτῶν ἐπιγράψω αὐτούς,17καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶἔτι.› »18Ὅπου δὲ ἄφεσις τούτων,οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.

Hold fast the confession of hope

19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματιἸησοῦ,20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾿ ἔστιν, τῆς σαρκὸς αὐτοῦ,21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,22προσερχώμεθαμετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοιτὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένοιτὸ σῶμαὕδατι καθαρῷ.23Κατέχωμεντὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.24Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν (καθὼς ἔθος τισίν), ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.

A severe warning

26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.28Ἀθετήσας τις νόμον Μωϋσέοςχωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶνμάρτυσιν ἀποθνήσκει.29Πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;30Οἴδαμεν γὰρ τὸν εἰπόντα, «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος»·καὶ πάλιν, «Κύριος κρινεῖτὸν λαὸν αὐτοῦ.»31Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.

A word of encouragement

32Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἷς, φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων·33τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένωνγενηθέντες.34Καὶ γὰρ τοῖς δεσμοῖς μουσυνεπαθήσατε· καί, τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖςκρείττονα ὕπαρξιν ἐν οὐρανοῖςκαὶ μένουσαν.35Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.36Ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.37«Ἔτι γὰρ μικρὸν ὅσον ὅσον,ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.38Ὁ δὲ δίκαιοςἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.»39Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.