ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ1grc_gtr

1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,2ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.5Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,
Υἱός μου εἶ σύ,ἐγὼ σήμερον γεγέννηκά σε;Καὶ πάλιν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8πρὸς δὲ τὸν υἱόν,
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
9Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10Καί,
Σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,καὶ ἀλλαγήσονται·σὺ δὲ ὁ αὐτὸς εἶ,καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
Κάθου ἐκ δεξιῶν μου,ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;