ΠΡΟΣ ΓΑΛΑΤΑΣ5grc_tcg

Do Not Submit Again to a Yoke of Slavery

1Τῇ ἐλευθερίᾳοὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.4Κατηργήθητε ἀπὸτοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτοςἐξεπέσατε.5Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.7Ἐτρέχετε καλῶς· τίς ὑμᾶςἐνέκοψετῇ ἀληθείᾳ μὴ πείθεσθαι;8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστιςἂν ᾖ.11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳπληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡςἑαυτόν.15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴὑπὸ ἀλλήλων ἀναλωθῆτε.

The Fruit of the Spirit and the Works of the Flesh

16Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦταδὲἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃἂν θέλητε, ταῦτα ποιῆτε.18Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.19Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιμοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,20εἰδωλολατρεία,φαρμακεία, ἔχθραι,ἔρεις,ζῆλοι, θυμοί,ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,21φθόνοι,φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼςκαὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.22Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,23πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.24Οἱ δὲ τοῦΧριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.25Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.26Μὴγινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.