Salutation
1Παῦλος, ἀπόστολος—οὐκ ἀπ᾿ ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν—2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·3Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ,4τοῦ δόντος ἑαυτὸν περὶτῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνοςπονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,5ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Paul is disappointed
6Θαυμάζω ὅτι οὕτωςταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ,εἰς ἕτερον εὐαγγέλιον7—ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.8Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ, εὐαγγελίζηται ὑμῖνπαρ᾿ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.9Ὡς προειρήκαμεν,καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶςεὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.10Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.11Γνωρίζω δὲὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·12οὐδὲ γὰρ ἐγὼ παρὰἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην· ἀλλὰ δι᾿ ἀποκαλύψεωςΧριστοῦ.How he was before
13Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν·14καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώταςἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.Then he was re-cycled
15Ὅτε δὲ εὐδόκησεν ὁ Θεός—ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ—16ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαιαὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,17οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους· ἀλλὰἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.A new life and ministry
18Ἔπειτα, μετὰ ἔτη τρία,ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον,καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.19(Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ Κυρίου.20Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι.)21Ἔπειτα ἦλθον εἰς τὰ κλίματατῆς Συρίας καὶ τῆς Κιλικίας.22Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας (ταῖς ἐν Χριστῷ)23—μόνον δὲ ἀκούοντες ἦσαν ὅτι «Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει.»24Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.